Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ’ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείους πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπαν- ήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής·

  • Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη,
  • Ἀντὶ σιδηρείης χρυςῆν γενεὴν ὀπάσαντα,
  • Προσκύνει.
  • Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια
  • Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν.

    συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύψως δι’ ἀλληγορῶν τα ῦτα Λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ’ ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος,

    ὅτως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ Πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται Τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον Τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήσειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυςίας τ’ ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. Φηςὶ γάρ· [*](4—5: Verg. Ecl. IV, 5, 6. — 11—15: Verg. Ecl. IV, 8 ff.) [*](2 προσεχώρησεν V | 3 αὖσις <Hk1 | 4 αὖθις Chr. G. Heyne in seiner Virgilausgabe, οὖτος HSS | ἄρ’ αἰώνον Ε, αἰεὶ ἐπῶν V, ἄρα εἶναι JM | στίχος < Μ | ὄρρυται V, ὤρνυται JME, ὄρν. Wil. | 5 ἄγουσα V, ἄγουσαν Μ | 6 ἂν Wil., ἄρα HSS | 8 ἐπανήξει] ἐπανῆλθε V | 9 ὅταν — δευτέρου < JME | 10 ἐπικουφίση V, ἐπικουσφίσει JME | 11 πάιν V, πω JME | 14 μενοείκεα + auch vor τοῦδε Μ | Τοῦδε] τοῦ μὲν V | τὰ μὲν ἕλκεα V, μενοείκεα JME | βρούτεια VM, βρούτια J, Βρότεια EN! | 15 ἴαται Wil., nur καὶ HSS | δὲ Wil., τε HSS | 16 ταῦτα ΗΚ1, Τὰ HSS | 17 ὑπ’ ὄψιν τὴν τοῦ θεοῦ θέότητα ἄγοντα Ε |18 ἀγομένης < JME | Χριστοῦ Ν!, θῦ VME, ἰῦ J | δὲ Ν, τε VJME | 23 τελετὴν ΜΝ, τελευτὴν VJE| Δὲ J, δὴ VME | ἐκκλίνη J | 27 φθονοῦσι V.)

    v.1.p.183.

  • Αήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει
  • Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἀδὲ καὶ αὐτὸς
  • δηλαδὴ τοὺς δικαίους.
  • Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανετιται,
  • Πατροδότοις ἀφετῇσι κυβερνῶν ἡνία κόσμου.
  • Σοὶ δ’ ἄρα, παῖ, πρῶτιστα ψύει δωρήματα γαῖα
  • Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ καλακάσςἰ ἀκάνθῳ.