Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ὄνομα δ’ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἀξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν [*](6 Exod. 12. 31 ff. — 8 Exod. 14, 26 ff. — vgl. Plato Rep. 600 B. — 23 ff. vgl. Dan. 2—6, 24.) [*](1 ἤροντο V | τῇ < JMAE | 2 ἐρημωθεῖσαι V, ἐρημωθήσεται JMAE | καταλειθεῖσαι (so) V, καταλειφθεῖσαι JME, καταλειφθήσονται A | 5 ἔρημος ἐνῃ V, ἠρήμωσεν ἢ J, ἠρήμωσαν ἢ Μ, ἠρήμωται ἢ A, ἠρήμωτε ἢ E., verbessert von H k l | 6 δυνατωτέρου V | Φαραῦνος V, Φαραὼ ὃν JMAE | ὑπεροψίαν V, ὑπεροψία JMAE | 7 πεφραγμένως τε καθωπλισμένον VJ, πεφραγμένος τε καθ. Μ, πεφραγμένον τε καθ. ΑΕ | 10 γεγόνει Hein. γέγονε HSS, | ποτε V | 12 μωυσέως V, μωσέως JMAE | 14 περιεποιεῖτο V, ἐδωρεῖτο JMAE | 17 Wortfolge τὸ φρόνημα τῶν ἀνδρῶν JMAE | 25 κατ’ ἀσσυρίαν VJ, κατὰ συρίαν MAE | 27 ἐπεῖνο V | 30 τε N!, δὲ VJMAE.)

v.1.p.178.
κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἂχραντον πρὸς τὸν ὂντως θεὸν εὐσέβειαν, τὴν ἂκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ’ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἂφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἂγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἑξέφηνε, θηρςὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.

γενναία γε μὴν καὶ ἡ τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἢραντο, πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης καεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεῖς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.

οἱ γὰρ τοι μάγοι, τρὶς τῆς ἡμέρας εὐχομένου τοῦ ἀνδρὸς μεγάλας τε καῖ ἐξαιςίους ἀρετὰς ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν ἐπίτευξιν φθόνῳ διέβαλλον, ἐπικίνδυνον σφόδρα τὴν τοσαύτην αὐτοῦ δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην ἔπεισαν αὐτόν, τοσούτων ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων θοίνῃ κατακριθῆναι. καθεῖρκτο δὲ κατακριθεὶς ουκ εἰς ὄλεθρον ἀλλ’ αἰώνιον εὐδοξίαν ὁ Δανιήλ, καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξεταζόμενος ἠπίων καὶ ἡμερωτέρων τῶν θηρίων ἢ τῶν καθειρξάντων ἐπειρᾶτο· πάντας γὰρ εὐχὴ κοσμιότητος καὶ σωφροςύνης ἀρετῇ συναιρομένη τιθασοὺς ἀπειργάζετο τοὺς λυσσώδεις τῇ φύσει.

γνωσθέντων δὲ τούτων τῷ Καμβύσῃ (οὐδὲ γὰρ δυνατὸν ἦν τοσαύτης οὕτω τε θείας δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι ταῖς διαβολαῖς τῶν ΄μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχῆμα τοὺς ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέδκρινε, καθεῖρξέ τε [*](2 οἱ < H k l | 3 καταφρονήσας: damit endet der Text von Oratio Constantini in A | 4 κακοῦ < J | 9 ὁ < J | 13 μετὰ JM, κατὰ VE| 14 τὸν περςῶν JME | 26 τῶν < vor θηρίων VME | 27 τιθασσοὺς JME | 29 τῶ] τῆ Μ, < Ε | οὐδὲ V, οὐ JME | 33 ἰδεῖν VJM, ἰδὼν Ε | 35 τῆς τοῦ M | τοῦ < v.)

v.1.p.179.
τῇ τῶν λεόντων αὐλῇ τοὺς μάγους, οἱ δὲ θῆρες οι τὸν μικρῷ πρόσθεν κολακεύσαντες ἐπεφοίτων τοῖς μάγοις καὶ πάντας αὐτοὺς κατὰ τὴν ἑαυτῶν φύσιν ἐλυμήναντο.

Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γὰρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.

ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὲν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ’ ἴσης τῷ θρησκευομένῳ ὑπ’ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἀλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, δι’ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης.

αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, δι’ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἤτις ἀκροστχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως.

  • δρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ’ ἔσται·
  • Ηξει δ’ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων
  • Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἄπαντα.
  • Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι
  • Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο,
  • Σαρκοφόρων ψυχὰς δ’ ἀνδρῶν ἐπὶ βήματι κρίνει.
  • Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἂκανθαγένηται,
  • Ρίψωσίν τ’ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα,
  • Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν,
  • Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀίδαο.
  • [*](19 ff. Oracula Sibyllina ed. Rzach VIII, 217—243 (vgl. Augustinus De civit. dei XVIII, 23). — 26 Ρίψωσι — ἅπαντα: Lact. Div. inst. VII, 19, 9 = I, p. 646, ed. Brandt.) [*](4 μαρτύριον Ε | 5 γάρ τοι] γὰρ V | 6 δηλονότι < J | 7 λογίοις H k l | πιστεύουσιν, aber ου auf Ras., J, πιστεύωσιν VME | 11 ὁ < VM | 12 ἠλι*θιότητι V | 14 τοίνυν] οὖν J ] 15 δεισιδ., ει u. ι auf Ras., J | 16 ὄντως < J | 19 γὰρ] δὲ Or. Sib. | 20 αἰῶνις V | 21 Wortfolge κρῖναι πᾶσαν V | 22 καὶ E, κ’ V, τ’ JM | 23 χρόνου, ου auf Ras., J | 24 σαγκοφόρον VE, σαρκοφόρος J, σαρκοφόρων M, σαγκοφόρων ἀνδρῶν ψυχὰς oder σ. ψυχὰς (δ’) ἀνθρώπων Or. Sib. | ψυχάς, υχ auf Ras., J | δ’ V, τ’ JME | βήματος Μ, Or. Sib. Ω | κρινεῖ VME, κρίνη J, κρίνει Or. Sib. die meisten HSS | 26 ῥίψωσι HSS, -ν Wil., ῥίψουσι(ν) δ’ Or. Sib. | 27 ἐκκαύσῃ — < JE | ἐκκαύσε Μ, Or. Sib. | 28 ἰχνεύειν JE | ῤήξῃ τε] ῥήξει τε VJM, φρύξειε oder φλέξει δὲ Or. Sib.)
    v.1.p.180.

  • Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει,
  • Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει,
  • Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει.
  • Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει,
  • Θρῆνος τ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.
  • Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι,
  • Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται.
  • Υψώσει δὲ φάραγγας, ὁλεῖ δ’ ὑψώματα βουνῶν.
  • Υγος δ’ οὐκ ἔτι λυγρὸς ἐν ἀνθρώποισι φανεῖται,
  • Ισά τ’ ὂρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα
  • Οὐκ εἰς πλοῦ εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ,
  • Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν,
  • Σάλπιγξ δ’ οὐρανόθεν φωνῆν πολύθρηνον ἀφήσει,
  • Ωρύουσα μέσος μέλεον καὶ πήματα κόσμου.
  • Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα,
  • Ηξουσιν δ’ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες.
  • Ρεύσει δ’ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου,
  • Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον
  • Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται·
  • Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου,
  • Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς·
  • Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.
  • [*](10—11 vgl. Lact. Div. instit. VII, 16, 11 = I, p. 636, 20 ed. Brandt. — 13 Σάλπιγξ — ἀφήσει: Lact. Div. inst. VII,16, 11 = I, p. 637. —15—16 Ταρτ. — ἅπαντες: Lact. Div. inst. VII, 20, 3 = I, p. 648.)[*](1 Wortfolge πᾶσα τότε V | 2 τῶν ἁγίων, ἀνόμους (oder ἀνόμων) δὲ Or. Sib. (besser!) | ἐλέγξεις so oder ἑλίξει oder φλέξει Or. Sib. | 3 ὅς πόσα JM | ἔλαθε JM | 5 τ’] δ’ Or. Sib. | τ’ ἐκ] τε J | ἔσται] ἥξει Or. Sib. ΦΨ | 7 εἰλίξει VJ, Or. Sib., εἱλήξει Μ, εἰλείξει Ε | 8 ἀλῆ V | 9 λυγρὸν HSS (auch Or. Sib.), λοιπὸν anon. Paris. | 10 τ’] δ’ Or. Sib. Ω | 11 εἰς] ἔτι Or. Sib. (besser) | εἴξει V, ἥξει JM, ἕξει Ε, Or. Sib. (besser) | γῇ] τῆ V | κεραυνῶ] τοτ’ ἔσται Or. Sib. Ω | 12 ποταμοῖς τε oder ποταμοὶ δε Or. Sib. | τε < VE | κοχλάζοντες V, Or. Sib. Ψ (so Wil.) | λείψουσι V | 13 σάλπιξ V, Or. Sib. zwei HSS | 14 μύσος Or. Sib. ΦΨ, μῦσος V, Or. Sib. Ω, < JME | μελέων Or. Sib. ΦΨ, μᾶλλον Ω, μέλλον VJ, τὸ μέλλον ME | κόσμον J | 15 ταρτάρεον Or. Sib. | δὲ Or. Sib., Lact., < VJM | τότε Or. Sib., Lact., ποτε VJM | 16 ἥξουσι VJM | βασιῆος Lact. | 17 ἠδέ γε θείου VE, ἠδὲ θείου JM, ἠδὲ θεείου nach der Uebers. von Augustinus ignisque et sulphuris amnis | 18 zu ἀριδείκετον am Rande φανερὸν V | ἀριδείκετον οἷον] σφρηγὶς (od. σφραγὶς) ἐπίσημος Or. Sib. | 20 τε] δὲ Or. Sib. | 21 φωτίζων J, Or. Sib. | κλητοὺς V, Or. Sib., πιστοὺς JME.)
    v.1.p.181.
  • Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν
  • Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ’ ἡμῶν.
  • Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δ’ αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.