Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τά γε μὴν ἐκ γενεᾶς τοῖς ἀιδίοις συγκρίνειν μανία ἐστὶν ὡς ἀληθῶς ἡ τελεωτάτη. τῶν μὲν γὰρ οὔτε ἀρχὴ οὔτε τέλος, τὰ θ’, ἅτε φύντα καὶ γενόμενα καὶ τὴν ἀρχὴν τοῦ τε εἶναι καὶ ζῆν ἐν χρόνῳ τινὶ λαβόντα, ἀκολούθως καὶ τελευτὴν ἐξ ἀνάγκης ἔχει· τὰ δὲ γενόμενα τῷ κελεύσαντι γεννηθῆναι αὐτὰ πῶς ἂν ἐξιςάζοιτο; εἰ γὰρ ὅμοια ταῦτα ἐκείνῳ, οὐδὲ πρόσταξις τοῦ γεννᾶσθαι προσ- ηκόντως ἂν ἐκείνου νομίζοιτο. ἀλλ’ ἐκείνῳ μὲν οὐδ’ ἂν τὰ οὐρά- νια συγκριθείη, ὥσπερ οὐδ’ ὁ αἰσθητὸς κόσμος τῷ νοητῷ οὐδ’ αἱ εἰκόνες τοῖς παραδείγμασιν.

ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρό- που θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμ- μένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ κέλευσιν. οὕτω γὰρ ἐν μοναῖς ἀθανάτοις καὶ ἀγήροσι κρείσσους πάσης εἱμαρμένης διάζομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον ὁρισθέντα βιύσαντες.

μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρω- πίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ [*](4 Mt. 25, 41. –12 vgl. Plat. Phaidr. 248 A ff.) [*](3 ἐκδικάζουσα Ηkl, ἐκβιάζουσα V | 4 αὐτὰς Ηkl, oὕτως V | 5 ἀσεβὲς Ηkl, ἀσμενὲς V | 10 τυγχάνει οὖσα VJ, τυγχάνουσα ΜΑΕ | 15 μανίας u. τῆς τελεω- τάτης JMAE | 16 nach ἀρχὴ + τις JMAE | 20 ὅμοια Val., μανία ΗSS | τοῦ Ν!, τῶ VJMAE | 21 ἐκείνου V, ἐκείνω JMAE | νομίζοιτο VJ, ἁρμόζοιτο ΜΑΕ | ἀλλ’ ἐκείνων J | | 24 τῇ Ν!, τῆς V, < JMAE | 25 καὶ Ν! εἰ VJMAE | συγκρίνοι ΑΕ | ἔφισης V | ἀντιρρόπου Ηkl, ἀ — ος HSS | 26 ἐστὶν ἀνθρ. (?) JMAE | 29 ἐν + Ηkl | ἀγήρωσι VJ, ἀγείροσι Μ.)

v.1.p.174.
κρείττονι, καὶ τὸ μὴ εἰς γῆν νενευκέναι ἀλλ’, ὅση. δύναμις, τὴν διά- νοιαν ἐπὶ τὰ ἄρθιά τε καὶ ὑψηλὰ ἀναβιβάζειν· ἐκ γάρ τοι τῆς ἐπιτη- δεύσεως ταύτης τὸ νικᾶν ἀντὶ πολλῶν ἀγαθῶν, φηςί, περιγίγνεται. ἡ τοίνυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾦ πείθονται μὲν οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαιςίως, οἱ δ’ ἀχαριστοῦντες ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.

Kαὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέφον τουτέστιν διὰ τὴν τῶν ἀνθρώ- πων μακαριότητα τὴν ηῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν τοὺς ἀρίστους τῶν τηνικαὐτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾦ δελεάζειν καὶ ἐξαπατᾶν τοὺς ἀπείρους προσφιλές.

τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο, ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόηου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξεκάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προςέ- ταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοςύνης πλουτοῦντας κοινωνεῖω τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προςῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμ- νότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνό- τητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύ- [*](16 vgl. Mt. 8, 16. – 20 vgl. Mt. 5, 10ff. – 25 vgl. Mt. 19, 21.) [*](3 περιγίνεται V | 7 ἀξίαν V, εὐεξίαν JMA, εὐεργεςίαν Ε | 9 πατρὸς V, σρς (oder σωτῆρος) JMAE | 10 nach παραγγ. wieder ἑαυτὸν V | λανθάνωμεν V | 13 τηνικάδε ΑΕ | βιωφελῆ V, βιοφελῶν JMAE | 14 ἄντικρυς V, ἀντικρὺ JMAE | 15 nach δελεάζειν + μὲν ΑΕ | 18 ἀπορίας] ἀπονοίας J | 19 λόγου καὶ φρ. Wil. | 21 ἐπίσκεψιν ΑΕ, ἐπίσκηψιν V, auch J, aber η auf Ras. | 26 πενιχρωτέροις Ε | 28 ἀφέντας χαριζόμενος ΗSS falsch, ἀφθόνως χαριζομένους? Ηkl, die Stelle sehr dunkel | καὶ ὅτι – 175, 11 ἴχνη < ΜΑΕ | 30 nach τελευτὴ + V (so Wil.))

v.1.p.175.
την οὖν χρῆναι παρήγγειλε τιμᾶν, ὡς τὴν σωτηρίαν τῆς ψυχῆς ἐν τῷ τῆς ἀρίστης ἀρετῆς οἴακι καθιδρυμένην, ἀσκεῖν δ’ ἐξαιρέτως εὐσέ- βειαν καὶ σωφροςύνην καὶ ἡμερότητα. ταύτην γὰρ εἶναι τὴν μέθοδον ἀντιτεταγμένην παντὶ τῷ κατὰ τὸν βίον ἡμῶν κλύδωνι. τοιγάρτοι τού- τοις αὐτοῖς καὶ τούτων παραπλγςίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη,