Constantini imperatoris oratio ad coetum sanctorum
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἀλλ’ ἐρεῖ τις, ᾦ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δε- δυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώ- πων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ’ ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοῦς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐσίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν;
τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνω- μεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάζεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ [*](8 vgl. Mt 11,5. — 9 vgl. Mt. 8, 26. – 12 vgl. Mark. 16, 19. – 15 vgl. Luk. 23, 44.) [*](3 ἐαυτοῦ VJ, ἑαυτῶν MAE | 5 διὸ φανερῶς ἵνα Val., διὰ φανέρωσιν ἅ HSS | 6 εὐδαίμονα Wil, εὐδαιμονίαν ΗSS | 10 Wortfolge ἐπιτάξαι ἐκ χειμ. ΑΕ | 11 προ- καλεςάμενος JMAE | 13 τούτω V | ὁ < J | 16 πάντων JMAE | 20 ἠπίω JAE, ἠπίως VM | 21 ἀποκαθίστη JMAE | 22 ποςῶς V, ποςῶ MAE < J | 24 Ἀλλ’: hier kein neues Cap. in V | 32 λαμβάνομεν V.)
διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοξοῖς, ἵν’ ὅπερ ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετ’ ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθήσ τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς κελεύσεως τοῦ θεοῦ. ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς ὐπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς… πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρ’ ἀὐτοῦ, ᾦ γενναίως ἐμαρτύρησε.