Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

δήμοι θ’ ὡσαύτως τὴν σύμπασαν περιενόστουν πόλιν, τὸ τῆς ψυχῆς ἐνδόμυχον ἄλγος κραυγαῖς καὶ βοαῖς ἔκδηλον ποιούμενοι, ἄλλοι δὲ κατηφεῖς ἐπτοημένοις ἀᾠκεισαν, ἑκάστου τὸ πένθος ἴδιον ποιουμένου ἑαυτόν τε κόπτοντος, ὡσανεὶ τοῦ κοινοῦ ἁπάντων ἀγαθοῦ τῆς αὐτῶν ἀφῃρημένου ζωῆς.

[*](1 καὶ < VMB | ἀπεδύροντο V | 6 μὲν < Α | 7 δώσειν V | ἐτησίοις Α | 10 ἐπὶ αὐτῆς δὴ τῆς J | 11 πανσέμνου V, πανσέπτου JMBA | σεβασμίας V, παναγίας JMBA | 12 δ’ J, τ’ VMBA | 14 γεγεν. λόγοι = MBA | 18 Wortfolge αὐτοῦ τῆς ψυχῆς ἦν Α | 22 nach σφὰς + αὐτοὺς ΜΒΑ | 23 κωυτοῦ J, κωκυτοὺς VMBA | nach φωνὰς + τε V | nach οἰμωγαῖς < θ’ VA | βοαῖς] φωναῖς V | 26 ἀπε- κλάοντο VJ, ἀπεκαλοῦντο ΜΒ, ἀνεκαλοῦντο Α | 27 πάντι + vor κόσμω ΜΒΑ | 30 ἄλλοι — ποιουμένου < J | ἐώκεσαν JA | 31 τὸ Val., τε HSS | ἑαυτὸν V, αὐτὸν JMBA.)
v.1.p.145.

Ἄραντες δ’ οἱ στρατιωτικοὶ τὸ σκῆνος χρυςῇ κατετίθεντο λάρωακι, ταύτην θ’ ἁλουργίδι βασιλικῇ περιέβαλλον ἐκόμιζόν τ’ εἰς τὴν βασιλέως ἐπώνυμον οἴκῳ βάθρον ἐφ’ ὑψηλὸν κατετίθεντο, φῶτά τ’ ἐξάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυςῶν θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ’ οὐδενὸς πώποτε ὑφ’ ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. 2ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων ἐφ’ ὑψηλῆς κείμενον χρυςῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις πορφύρᾳ τε καὶ διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι ἀπαγρύπνως δι’ ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.