Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
τοῦτό τοι δανοηθείς, γονυκλινὴς ἐπ’ ἐδάφους ἱκέτης ἐγίγνετο τοῦ θεοῦ, ἐν αὐτῷ τῷ μαρτυρίῳ ἐξομολογούμενος ἔνθα δὴ καὶ πρῶτον τῶν διὰ χειροθεσίας εὐχῶν ἠξιοῦτο. μεταβὰς δ’ ἔνθεν ἐπὶ προάστειον τῆς Νικομηδήων ἀφικνεῖται πόλεως, κἀνταῦθα συγκαλέσας τοὺς ἐπισκόπους ὧδέ πη αὐτοῖς διελέξατο.
,, Oὗτος ἦν αὐτὸς ὁ πάλαι μοι διψῶντι καὶ εὐχομένῳ τῆς ἐν θεῷ τυχεῖν σωτηρίας καιρὸς ἐλπιζόμενος· ὥρα καὶ ἡμᾶς ἀπολαῦ- σαι τῆς ἀθανατοποιοῦ σφραγῖδος, ὥρα τοῦ σωτηρίου σφραγίσματος μετασχεῖν,
ὅπερ ἐπὶ ῥείθρων Ἰορδάνου ποταμοῦ ἐνενόουν ποτέ, ἐφ’ ὧν καὶ ὁ σωωτὴρ εἰς ἡμέτερον τύπον τοῦ λουτροῦ μετασχεῖν μνη- μονεύεται· θεὸς δ’ ἄρατὸ συμφέρον εἰδώς ἐντεῦθεν ἤδη τούτων ἡμᾶς ἀξιοῖ.