Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων και μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ' ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζομένων ὅνομα.
τὸ δ'αὐτοῦ φιλάνθρωπον καὶ φιλάγαθον τό τε τῆς πίστεως εἰλικορινὲς καὶ τοῦ τρόπου τὸ φιλαλῆθες ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιξομένων ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιζομένων εὔνοιαν τ'ἀληθῆ περὶ αὐτὸν πεπλασμένῃ ψυχῇ σώζειν προσποιουμένων. οἷς ἑαυτὸν καταπιστεύων τάχα ἄν ποτε καὶ τοῖς [*](1 ἐπι + vor τὴν J | τῆ — ὁσία VA, τὴν — ὁσίαν JMB | 6 ἡγεμόνες καὶ + Val. | 7 γοῦν, ον auf Ras., J | 8 αὐτοὺς<JMBA | ἰσχυροῖς J | 9 δὲ <V | εὐπρεπῶς <ΜΒΑ |διώκητο ΜΒ2 | τρισμακαρίστω V | 15 διπλασίονα V, διπλάσιον JMBA | 20 ἀναμωτὶ JMB2 | 21 τῆς, η auf Ras., J| 24 ἕνεκα V, εἵνεκα JMBA | 25 αἰτίαν aus Cod. N, der das Wort nach ἀνεξικακίαν hat | 27 ἄνεσιν <JMBA | 30 oὔνομα V, ὅνομα, aber das erste aus ω, J | 32 χριστιανῶν] κρηστῶν V.)
Ἀλλὰ τοὺς μὲν οὐκ εἰκ μακρὸν ἡ θεία μετήρχετο μῆνις. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς προσόδους ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπινοεῖν βέῳ.
μνημονεῦσαι δ’ ἄξιον, ὡς πρὸς αὐτῇ γεγονὼς τῇ τοῦ βίου τελευτῇ ἐπικήδειόν τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μαδρὸν τε κατα- τείνας ἐν τούτῳ περὶ ψυχῆς ἀθανασίας διεξᾐει περὶ τε τῶν εὐσεβῶς τὴν παροῦσαν διηνυκότων ζωὴν τῶν τε τοῖς θεοφιλέσι παρ’ αὐτῷ θεῷ τεταμιευμένων ἀγαθῶν, μαδραῖς δ’ ἀποδείξεσι καὶ τὸ τῶν ἐναντίων τάγμα ὁποίου τέλυς τεύξεται φανερὸν ἐποίεν, τῶν ἀθών τὴν καταστροφὴν παραδιδοὺς τῇ γραφῇ· ὅ δὴ καὶ ἐμβριθῶς μαρτυρό- μενος καθάπτεσθαι τῶν ἀμφ’ αὐτὸν ἐδόκει, ὡς καί τινα τῶν δοκησι- σόφων ἔρεσθαι ὅπως ἔχειν αὐτῷ φαίνοιτο τὰ λεγόμενα, τὸν δ’ ἐπι- μαρτυρῆσαι τοῖς λόγοις ἀλήθειαν, σφόδρα τε καίπερ οὐκ ἐθέλοντα ἐπαινεῖν τὰς κατὰ τῶν πολυθέων διδασκαλίας.