Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἐν τούτῳ δὲ καὶ Ἰνδῶν τῶν πρὸς ἀνίσχοντα ἥλιον πρέσβεις ἀπήντων δῶρα κομίζοντες, γένη δ'ἦν παντοῖα ἐξαστραπτόντων πολυτελῶν λίθων ζῶά τε τῶν παρ'ἡμῖν ἐγνωσμένων ἐναλλάττοντα τὴν φύσιν, ἃ δὴ προσῆγον τῷ βασιλεῖ, τὴν εἰς αὐτὸν Ὠκεανὸν δη- [*](4 γαννυμένων ΗSS | 9 διαφανοῦς Val., διαφανῶς HSS | 11 ἐπ'αὐτῆς Νικαίας VJ, (ἐπὶ <) τῆς Νικαίας αὐτῆς ΜΒΑ |τῆς +vor δέκαδος V | 13 ἀφαιφοῦντος Α |14 κκαὶ δὴ—17 ἀπέφηνεν <ΜΒΑ |14 βασιλεῖ V, εὐλαβῶς J |15 πάντων ἀνυμνούντων αὐτοῦ τὴν κατὰ θνݲ ἀρετὴν J | αὐτοῦ]αὐτῶ V | 17 ἀπέφαινεν΄J | 21 ἀξίω V, ἄξιον JMBA |24 διεπεραίνετο JMBA | 25 πάλαι γάμους Ηkl., πάλαι τὰ τοὺς τε VAB, παλαιτάτους τε JM, πάλαι ταὐτὸ Val. | 26 δὴ]δὲ V | 31 ἀπόντων Α, in B ό verändert in ή |32 οb ἐξαλλ.? ΗΚ1 |33 αὐτῶν Val. (richtiger τὸν αὐτῶν ΗΚl), aber kaum richtig.)
Ὡς οὖν ἑκατέρων τῶν ἄκρων τὴς ὅλης οἱκουμένης ἐκράτει, τὴν σύμπασαν τῆς βασιλείας ἀρχὴν τρισὶ τοῖς αὐτοῦ διᾐρει παισίν, οἷά τινα πατρᾠαν οὐσίαν τοῖς αὐτοῦ κληροδοτῶν φιλτάτοις. τὴν μὲν οὖν παππᾠαν λῆξιν τῷ μείζονι, τὴν δὲ τῆς ἐᾠας ἀρχὴν τῷ δευτέρῳ, τὴν δὲ τούτων μέσην τῷ τρίτῳ διένεμε.