Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἀλλ’ ὅ γε τῷ θεῷ μεμελημένος σύνοδον αὖθις πληθύουσαν ἐπισκόπων ὥσπερ θεοῦ στρατόπεδον καθοπλίσας, ἀντιπαρετάττετο τῷ βασκάνῶ δαίμονι, ἐξ ἁπάσης Αἰγύπτου καὶ Λιβύης, Ἀσίας τε καὶ Εὐρώπης σπεύδειν πρῶτα μὲν ἐπὶ τὴν τῆς διαμάχης λύσιν, ἐντεῦθεν δὲ τὴν ἀφιέρωσιν τοῦ προλεχθέντος νεὼ ποιεῖσθαι διακελευςάμενος.

ὁδοῦ δὴ πάρεργον ἐπὶ τῆς Φοινίκων μητροπόλεως προςέταττε διαλύσασθαι τὰς ἐρεσχελίας· μὴ γὰρ ἐξεῖναι τὰς γνώμας διῃρημένους ἐπὶ τὴν τοῦ θεοῦ παρεῖναι λατρείαν, θείου νόμου διαγορεύοντος μὴ πρότερον τὰ δῶρα προσφέρειν τοὺς ἐν διαφορᾷ τυγχάνοντας ἢ φιλίαν σπεισαμένους καὶ τὰ πρὸς ἀλλήλους εἰρηνικῶς διαθέντας.

ταῦτα βασιλεὺς τὰ σωτήρια παραγγέλματα τῇ αὐτὸς αὐτοῦ διανοίᾳ ζωπυρῶν, σὺν ὁμονίᾳ καὶ συμφωνίᾳ τῇ πάσῃ ἔχεσθαι τῶν προκειμένων διὰ γραφῆς οὔτως ἐχούσης ἐδήλου·

[*](27 vgl. Matth. 5, 23, 24.)[*](2 βασιλέως Α, M undeutlich | τρεῖς — τῆς βασιλείας <MBA | ἐπιφαν. J| 4 τῆς βασιλείας τὴν τιμὴν V, τῆς τιμῆς JMBA | 7 ἀνηγμένος | Κώνστανς V, Κώνστας JA, Κώνσταν MB | 10 τ’ V, δ’ JMBA | ἑκάστω ΜΒ |11 τῶν + H k l | 12 εὐχαριστηρίων Val., εὐχαριστήριον HSS| 14 προςήκειν < Hkl | 16 oἷον εἰς JMB | 18 ἐπειρᾶτο, aber το ausradiert und der Accent verändert, J | αὖθις ἐκκλης. ~ JMBA | 20 πληθύουσαν V, πλήθουσαν Α, πλείστων JMB (ειστων auf Ras. B) | Wortfge ἐπισκ. αὖθις πλ. J | 21 ἀντέπραττε V| 28 ἐπισπασαμένους V, σπεισαμένους J, σπασαμένους AMB | 30 αὐτὸς αὐτοῦ ~ JMBA.)
v.1.p.134.

Βασιλέως ἐπιστολὴ πρὸς τὴν ἐν Τύρῳ σύνοδον.

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῇ ἁγία συνόδῳ τῇ κατὰ Τύρον.

Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοιοδρίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας. ἐπειδὴ δὲ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀξίως), τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρᾐζουσιν ἐπικουρίας,τοὺς ἀδελφοὺς ἰάσασθαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελούμενα, ἕως καιρὸς ἐπιτρέτει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία.