Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ὑποδιαιρῶν δὲ τὰς ὑποθέσεις, τοτὲ μὲν τῆς πολυθέου πλάνης ἀλέγχους κατεβάλλετο, παριστὰς ἀπάτην εἶναι καὶ ἀθεότητος πρόβολον τὴν τῶν ἐθνῶν δεισιδαιμονίαν, τοτὲ δὲ τὴν μόναρχον γνωρίζειν παρεδίδου δεότητα, διῄει δ’ ἐφεξῆς τὸν περὶ προνοίας τῶν τε καθόλου καὶ τῶν περὶ μέρους λόγον. ἔνθεν δὲ ἐπὶ τὴν σωτήριον κατέβαινεν οἰκονομίαν, [*](3 δοῦναι MBA | 5 ἕω V, ἑώας JMBA | 13 τὸν οὖν τῶν παναγίων V, τὸν οὗν πανάγιον τῶν JA, τῶν οὖν τὸν πανάγιον MB | 14 χορὸν τοῦ θεοῦ ~JMBA | ἐπαγρύπνως JMBA | 19 παρόδους HSS, das gewöhnliche προςόδους wahrscheinlich vermieden wegen προςήκειν |22 ἀκουσομένου MB | 23 εἰ δ’ ἐπιλέηοντι V, εἰ δέ ποτε λέγοντι J, εἰ δέ πη λεγ. MBA | 25 ἂν τοὺς J, αὐτοὺς VMBA | 29 κατεβάλετο V | 31 δὲ <V | γνωρίζειν < JMBA | 32 τόν τε καθ. J | τὸν περὶ MB | 33 λόγων Α.)

v.1.p.129.
καὶ ταύτην δεικνὺς ἀναγκαίως κατὰ τὸν προσήκοντα γεγενῆσθαι λόγον. μεταβὰς δ’ ἐντεῦθεν τὴν περὶ τοῦ θείου δικαιωτηρίου διδασκαλίαν ἐκίνει.

ἔνθα δὴ μάλιστα τῶν ἀκροατῶν πληκτικώτατα καθήπτετο, διελέγχων τοὺς ἅρπαγας καὶ πλεονέκτας τοὺς τ’ ἀπληστίᾳ φιλοχρημοςύνης σφᾶς αὐτοὺς ἐκδεδωκότας. παίων δ’ ὥσπερ καὶ διαμαστίζων τῷ λόγῳ τῶν περιεστώτων γνωρίμων τινὰς κάτω νεύειν πληττομένους τὴν συνείδησιν ἐποίει· οἷς δὴ λαμπραῖς φωναῖς μαρτυρόμενος διεστέλλετο θεῷ λόγον δώσειν τῶν ἐγχειρουμένων αὐτοῖς· αὐτῷ μὲν γὰρ τὸν ἐπὶ πάντων θεὸν τῶν ἐπὶ γῆς τὴν βασιλείαν παρασχεῖν, αὐτὸν δὲ μιμήσει τοῦ κρείττονος τῆς ἀρχῆς τὰς κατὰ μέρος αὐτοῖς ἐπιτρέψαι διοικήσεις, πάντας γε μὴν τῷ μεγάλῳ βασιλεῖ κατὰ καιρὸν τὰς εὐθύνας τῶν πραττομένων ὑφέξειν.

ταῦτα συνεχῶς διεμαρτύρετο, ταῦθ’ ὑπεμίμνησκε, τούτων διδάσκαλος ἦν. ἀλλ’ ὁ μὲν ἐπιθαρςῶν γνησίᾳ τῇ πίστει τοιαῦτα ἐφρόνει καὶ διεστέλλετο, οἱ δ’ ἄρα ἦσαν ἀμαθεῖς καὶ πρὸς τὰ καλὰ κεκωφωμένοι, γλώττῃ μὲν καὶ βοαῖς εὐφήμοις ἐπικροτοῦντες τὰ λεγόμενα, ἔργιος δε κατολιγωροῦντες αὐτῶν δι’ ἀπληστίαν,