Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἅ δὴ συνιδὼν βασιλεὺς καὶ τοῦτον μετεποιεῖτο τὸν νόμον, ψιλοῖς ῥηματίοις καὶ ταῖς τυχούσαις φωναῖς τὸν τελευτῶντα δεῖν τὰ κατὰ γνώμην διατάττεσθαι φήσας κἀν τῷ τυχόντι γράμματι τὴν αὐτοῦ δόξαν ἐκτίθεσθαι, κἄν ἀγράφως ἐθέλῃ, μόνον ἐπὶ μαρτύρων τοῦτο πράττειν ἀξιοχρέων, τὴν πίστιν δυνατῶν σὺν ἀληθείᾳ φυλάττειν.

Ἀλλὰ καὶ Ἰουδαίοις μηδένα Χριστιανὸν δουλεύειν ἐνομοθέτει· μηδὲ γὰρ θεμιτὸν εἶναι προφητοφόνταις καὶ κυριοκτόνοις τοὺς ὑπὸ τοῦ σωτῆρος λελυτρωμένους ζυγῷ δουλείας ὑπάγεσθαι· εἰ δ’ εὑρεθείη τις τοιοῦτος, τὸν μὲν ἀνεῖσθαι ἐλεύθερον, τὸν δὲ ζημίᾳ χρημάτων κολάζεσθαι.

καὶ τοὺς τῶν ἐπισκόπων δὲ ὅρους τοὺς ἐν συνόδοις ἀποφανθέντας ἐπεσφραγίζετο, ὡς μὴ ἐξεῖναι τοῖς τῶν ἐθνῶν [*](2 vgl. Cod. Theod. VIII: XVI, 1. — 27 vgl. Cod. Theod. XVI: IX, 1, vgl. auch XVI: IX, 2 (anno 339!).) [*](1 νόμος Hein. (?), νόμων HSS | 5 μὲν] δὲ J | γὰρ + Wil. | nach πολλοὺς + μὲν J | 6 μὲν] δὲ V | 8 προσείλαντο V| 10 καθωσιωμέναι V, καθιερωομέναι JMBA | ψυχῆ καὶ σώματι JMBA | 11 αὐτοὺς ΜΒ | 15 προςήκει JMBA | 17 μετερύθμιζεν V, μετερύθμιζε ΜΒ, μετερρύθμιζε JA | κἄπειτα] κἄπι V | τῶν τὸν ~ J | μεταλλαξάντων V | 18 ἐξ + vor ἐπ’ ΒΑ | 19 τε V, δέ JMBA | 22 μετεποίει JMBA | 24 καὶ + vor τὴν V | 25 ἐθέλοι VMB | μόνον, der letzte Buchst. über der Zeile, J | πράττεσθαι JMBA | 26 καὶ + vor τὴν π. Wil. | 27 δουλ. ἐνομ. ~ JMBA | 28 μηδὲ VJ, μὴ ΜΒΑ.)

v.1.p.128.
ἄρχουσι τὰ δόξαντα παραλύειν· παντὸς γὰρ εἶναι δικαστοῦ τοὺς ἱερεῖς τοῦ θεοῦ δοκιμωτέρους.

τούτοις ἀδελφὰ μυρία τοῖς ὑπὸ τὴν ἀρχὴν διετύπου, ἃ δὴ σχολῆς ἂν δέοιτο παραδοῦναι ὑποθέσει οὐκείᾳ εἰς ἀκριβῆ διάγνωσιν τῆς κἀν τούτοις βασιλικῆς φρονήσεως. τί χρὴ νῦν διεφιέναι ὡς τῷ ἐπὶ πάντων συνάψας ἑαυτὸν θεῷ, ἐξ ἕω εἰς ἐσπέραν τίνας εὖ ποιήσειεν ἀνθρώπων περιενόει, καὶ ὡς πᾶσι μὲν ἴσος ἦν καὶ κοινὸς πρὸς εὐποιίαν;

ταῖς δ’ ἐκκληςίαις τοῦ θεοῦ καθ’ ὑπεροχὴν ἐφαίρετον πλεῖσθ’ ὅσα παρεῖχεν, ὧδε μὲν ἀγρούς, ἀλλαχόθι δὲ σιτοδοςίας ἐπὶ χορηγίᾳ πενήτων ἀνδρῶν παίδων τ’ ὀρφανῶν καὶ γυναικῶν οἰκτρῶν δωρούμενος. ἤδη δὲ σὺν πολλῇ φροντίδι καὶ περιβλημάτων πλείστων ὅσων γυμνοῖς καὶ ἀνείμοσι προὐνόει. διαφερόντως δ’ ἠξιοῦτο τιμῆς πλείονος τοὺς τὸν σφῶν βίον τῇ κατὰ θεὸν ἀναθέντας φιλοσοφίᾳ. τὸν οὖν τῶν παναγίων ἀειπαρθένων χορὸν τοῦ θεοῦ μονονουχὶ καὶ σέβων διετέλει, ταῖς τῶν τοιῶνδε ψυχαῖς ἔνοικον αὐτὸν ὑπάρχειν ᾧ καθείρωσαν ἑαυτὰς θεὸν πειθόμενος.