Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἔνθεν εἰκότως αὐτὸς ἐν ἑστιάσει ποτὲ δεξιούμενος ἐπισκόπους λόγον ἀφῆκεν, ὡς ἄρα εἴη καὶ αὐτὸς ἐπίσκοπος, ὧδέ πή αὐτοῖς εἰπὼν ῥήμασιν ἐφ’ ἡμετέραις ἀκοαῖς· „ἀλλ’ ὑμεῖς μὲν τῶν εἴσω τῆς ἐκκληςίας, ἐγὼ δὲ τῶν ἐκτὸς ὑπὸ θεοῦ καθεσταμένος ἐπίσκοπος ἄν εἴην.“ ἀκόλουθα δὲ τῷ λόγῳ διανοούμενος τοὺς ἀρχομένους ἅπαντας ἐπεσκόπει, προὔτρεπέ τε ὅσηπερ ἄν ἡ δύναμις τὸν εὐσεβῆ μεταδιώκειν βίον.

Ἔνθεν εἰκότως ἐπαλλήλοις τε νόμοις καὶ διατάξεσι τοῖς πᾶσι διεκελεύετο μὴ θύειν εἰδώλοις, μὴ μαντεῖα περιεργάζεσθαι, μὴ ξοάνων ἐγέρσεις ποιεῖσθαι, μὴ τελετάς κρυφίους ἐκτελεῖν, μὴ μονομάχων μιαιφονίαις μολύνειν τὰς πόλεις.

τοῖς δὲ κατ’ Αἴγυπτον αὐτήν τε τὴν Ἀλεξάνδρειαν τὸν παρ’ αὐτοῖς ποταμὸν δι’ ἀνδρῶν ἐκτεθηλυμμένων θεραπεύειν ἔθος ἔχουσι νόμος ἄλλος κατεπέμπετο, πἀν τὸ τῶν ἀνδρογύνων γένος ὥσπερ τι κίβδηλον ἀφανὲς γίγνεσθαι τοῦ βίου, μηδ’ ἐξεῖναί που ὁρᾶσθαι τοὺς τὴν ἀσέλγειαν ταύτην νενοσηκότας.