Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Οὕτω μὲν οὖν αὐτὸς τῷ ἑαυτοῦ ἱερᾶτο θεῷ. καθόλου [*](1 δοτῆρα steht nach ἀγαθοῦ (124, 28) in MBA | 2 μετεώρους, ους auf Ras., J | 4 καὶ σωτῆρα ~ J | 8 διὰ σὲ V, διὰ σοῦ JMBA | 9 ἐχθρῶν, χθ auf Ras., J | προυπαρξάντων VJ, ὑπαρξάντων MBA | 10 σε < Wil. | τὴν + vor τῶν Hkl | 11 γιγνόμεθα VJ, γινόμεθα Α, γενόμεθα ΜΒ | παῖδας — θεοφ. < (?) Hkl | 13 ποτνιώμεθα JMBA | 18 χρυςῶ V | 19 τὸ < vor V σωτηρ. | 21 ἑκάστοις J | 22 ἱκετικαῖς J | 23 κατεδυςώπει, Vgl. Hesy chius: x. = παρακαλέσαι | 25 τὰς < ΜΒΑ | ἐτέλει J | μὲν ἁγν. — ὧδε < JMBA | 28 ἐξάπτων J | τούτων Α.)

v.1.p.126.
δὲ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ δήμοις τε καὶ στρατιωτικοῖς πύλαι πάσης ἀπεκλείοντο εἰδωλολατρείας, θυςίας τε τρόπος ἀπηγορεύετο πᾶς. καὶ τοῖς κατ’ ἔθνος δ’ ἄρχουσιν ὁμοίως τὴν κυρικὴν ἡμέραν νόμος ἐφοίτα γεραίρειν· οἱ δ’ αὐτοὶ νεύματι βασιλέως καὶ μαρτύρων ἡμέρας ἐτίμων καιρούς τε ἑορτῶν ἐκκληςίαις ἐδόξαζον, πάντα τε βασιλεῖ καταθυμίως τὰ τοιαῦτα ἐπράττετο.

Ἔνθεν εἰκότως αὐτὸς ἐν ἑστιάσει ποτὲ δεξιούμενος ἐπισκόπους λόγον ἀφῆκεν, ὡς ἄρα εἴη καὶ αὐτὸς ἐπίσκοπος, ὧδέ πή αὐτοῖς εἰπὼν ῥήμασιν ἐφ’ ἡμετέραις ἀκοαῖς· „ἀλλ’ ὑμεῖς μὲν τῶν εἴσω τῆς ἐκκληςίας, ἐγὼ δὲ τῶν ἐκτὸς ὑπὸ θεοῦ καθεσταμένος ἐπίσκοπος ἄν εἴην.“ ἀκόλουθα δὲ τῷ λόγῳ διανοούμενος τοὺς ἀρχομένους ἅπαντας ἐπεσκόπει, προὔτρεπέ τε ὅσηπερ ἄν ἡ δύναμις τὸν εὐσεβῆ μεταδιώκειν βίον.