Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τοῖς δὲ μήπω τοῦ θείου λόγου μετασχοῦσιν ἐν δευτέρῳ νόμῳ διεκελεύετο κατὰ τὰς κυριακὰς ἡμέρας ἐν προαστείοις ἐπὶ καθαροῦ προιέναι πεδίου κἀνταῦθα μεμελετημένην εὐχὴν ἐξ ἑνὸς συνθήματος ὁμοῦ τοὺς πάντας ἀναπέμπειν θεῷ. μὴ γὰρ δόρασι χρῆναι, μηδὲ παντευχίαις, μηδ’ ἀλκῇ σωμάτων τὰς ἑαυτῶν ἐξάπτειν ἐλπίδας, τὸν δ’ ἐπὶ πάντων εἰδέναι θεόν, παντὸς ἀγαθοῦ καὶ δὴ καὶ αὐτῆς [*](3 ff. vgl. Laus Const. IX, 10 u. 11. — 14ff. vgl. Sozom. I, 8 (34). — 15ff. vgl. Cod. Theod. II: VIII, 1. — 18–19, vgl. Laus Const. IX. 10. — 27 ff. vgl. Laus Const. IX, 9 u. 10.) [*](8 καθίστανται MBA | 9 πιστῆς Hkl, πιστοὶ VM, πίστει JBA (ἀγαθῆς Laus C.) | 10 ἐπεγράφοντο V u. Laus Const., ἐδιδάσκοντο JMBA | τρόπον Μ, τρόπων, ω auf Ras., J | 12 αὐταῖς MBA | 13 ἐνῆγεν ἀνθρ. ~ Α | 15 τὴν — ἀρχὴν JMBA (vgl. S. 126, 1) 16 ἐνομοθέτει V, ἐνουθέτει JMBA | πρὸ + Val.; vgl. καὶ τὴν πρὸ τῆς ἑβδόμης (ἑβδομάδος Cod. J) Soz. 1, 8 | 18 πεπράχθαι, πε über der Zeile, J | 20 τῆς < J | 21 καρτερεῖν JMBA | 22 γινομένου V, γιγνομένου JMBA ] 24 κατὰ + Val. | 26 μὴ V, μήτε JMBA | χρῆναι V, Laus Const., χρῆσθαι JMBA | 27 μηδὲ V, μήτε JMBA | 28 καὶ δὴ < MBA.)

v.1.p.125.
νίκης δοτῆρα, ᾧ καὶ τὰς ἐνθέσμους προςήκειν ἀποδιδόναι εὐχάς, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ’ ἐπὶ τὸν οὐράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα καὶ σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους. καὶ τῆς εὐχῆς δὲ τοῖς στρατιωτικοῖς ἅπασι διδάσκαλος ἦν αὐτός, Ῥωμαίᾳ γλώττῃ τοὺς πάντας ὧδε λέγειν ἐγκελευςάμενος.

„Σὲ μόνον οἴδαμεν θεόν, σὲ βασιλέα γνωρίζομεν, σὲ βοηθὸν ἀνακαλούμεθα, παρὰ σοῦ τὰς νίκας ἠράμεθα, διὰ σὲ κρείττους τῶν ἐχθρῶν κατέστημεν, σοὶ τὴν τῶν προυπαρξάντων ἀγαθῶν χάριν γνωρίζομεν σὲ καὶ τῶν μελλόντων ἐλπίζομεν, σοῦ πάντες ἱκέται γιγνόμεθα, τὸν ἡμέτερον βασιλέα Κωνσταντῖνον παῖδάς τε αὐτοῦ θεοφιλεῖς ἐπὶ μήκιστον ἡμῖν βίου σῶον καὶ νικητὴν φυλάττεσθαι ποτνιώμενοι.“ τοιαῦτα κατὰ τὴν τοῦ φωτὸς ἡμέραν ἐνομοθέτει πράττειν τὰ στρατιωτικὰ τάγματα, καὶ τοιαύτας ἐδίδασκεν ἐν ταῖς πρὸς θεὸν εὐχαῖς ἀφιέναι φωνάς.

Ἤδη δὲ καὶ ἐπ’ αὐτῶν τῶν ὅπλων τὸ τοῦ σωτηρίου τροπαίου σύμβολον κατασημαίνεσθαι ἐποίει, τοῦ τε ἐνόπλου στρατοῦ προπομπεύειν χρυςῶν μὲν ἀγαλμάτων, ὁποῖς πρότερον αὐτοῖς ἔθος ἦν, τὸ μηθὲν μόνον δὲ τὸ σωτήριον τρόπαιον.