Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Καὶ ἡμέραν δ’ εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον διετύπου. διάκονοι δ’ αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι βίου τε σεμνότητι καὶ ἀρετῇ πάσῃ κόσμιοι ἄνδρες φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, δορυφόροι τε, πιστοὶ σωματοφύλακες, τρόποις εὐνοίας πιστῆς καθωπλισμένοι βασιλέα διδάσκαλον εὐσεβῶν ἐπεγράφοντο τρόπων, τιμῶντες οὐχ ἧττον καὶ αὐτοὶ τὴν σωτήριον καὶ κυριακὴν ἡμέραν εὐχάς τε ἐν αὐτῇ συντελοῦντες τὰς βασιλεῖ φίλας.