Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς ὑστέρει διὰ γῆρας, πρεσβύτεροι δ' αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. τοιοπυτον μόνος ἐξ αἰῶνος εἶς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ σωτῇρι τῆς κατ' ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ' ἡμᾶς συστησάμενος.

Ἐπεὶ καὶ κατ' ἐκείνους συνῆχθαι λόγος ,,ἀπὸ παντὸς ἔθνους ῶν ὑπὸ τὸν οὐρανὸν“ ,,ἄνδρας εὐλαβεῖς“, ἐν οἶς ἐτύγχανον ,,Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοπῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τ' ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ [*](8 — S. 81,11 = socr. H.E. l, 8 (18), vgl. Gelas. Cyz. II, 5.–20 ff.: vgl.l Theodoret. H.E. 1,7 (25). – 26ff. Act. 2,5 u. 9ff.) [*](1 ἥτε εἰ τε ΜΒ | 2 τοῦ < vor τοσούτου ΜΒ | 6 ὑπεδέχετο VJ, διεδέχετο ΜΒΑ | ἦν θ' ὁρᾶν V, ἦν οὖν ὁρᾶν J, οἶόν τινα ΜΒΑ | nach στέφανον + οἶα τίνα Β, aber gestrichen | 10 εἶς τ'V, εἶτ' JMBA | 12 καὶ < vor ἐπὶ V | 15 nach Γαλατία + τε (ΜΒ) καὶ Παμφυλία JMBA | 16 Ἀσία καὶ Φρυγία (τε καὶ Παμφυλία <) JMBA αὐτοῖς V, Socr. αὐταῖς JMBA | 18 θ'] δὲ V | προσωτέρω Η kl, προσωτάτω ΗSS ὁ < Wil. | 20 ὑστερ. διὰ γῆρας ~ J | πρεσβυτέρου, aber οι über der Zeile, V | 21 μόνον ΜΒΑ |26 ἀπὸ V, ὑπὸ JMBA.)

v.1.p.81.
Ἄραβες“, πλὴν ὅσον ἐκείνοις ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἦν πεντήκοντα καὶ διακοσίων τὸν ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ' ἦν ἀριθμὸς εἰς κατάληψιν.