Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

θαυμαστὸν τοῦτο ἴσως ὑμῖν καταφαίνεται, τί δή ποτε τὸ προοίμιόν μοι τοῦ λόγου βούλεται. οὐ δὴ παραιτήσομαι οὐδ' ἀρνήσομαι τὴν αἰτίαν εἰπεῖν. ὁμολογῶ γὰρ ἀνεγνωκέναι τὰ ὑπομνήματα, ἐν οἶς λαμπραῖς εὐξφημίαις τε καὶ μαρτυρίαις, αἶς εἰς Εὐσέβιον εἰσηνέγκασθε ἐπίσκοπον ἤδη Καισαρέων ὄντα, ὄν καὶ αὐτὸς παιδεύσεώς τε καὶ ἐπιεικείας ἔνεκεν καλῶς γε ἐκ πολλοῦ γινώσκω, ἑώρων ὑμᾶς ἐγκειμένως αὐτὸν σφετεριζομένους.

τί οὖν ἡμεῖσθέ με πρὸς ἀκριβῆ τοῦ καλῶς ἔχοντος ἐπιζήτησιν ἐπειγόμενον διεντεθυμῆσθαι, τίαν δὲ ἐκ τῆς ὑμετέρας σπουσδῆς ἀνειληφέναι φροντίδα; ὦ πίστις ἁγία, ἤ διὰ τοῦ λόγου καὶ τῆς γνώμης τοῦ σωτῆρος ἡμῶν εἰκόνα ὤσπερ ἡμῖν τοῦ βίου δίδως, ὡς δυσχερῶς ἄν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, τῆς νίκης περιγενέσθαι ὁ τῆς δἐρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ὁ μὴ τερπόμενος εὑρεθείη.

ἀξιῶ τοίνυν, ἀδελφοί· τοῦ χάριν οὔτω διαγινώσκομεν, ὤσθ' ἑτέροις ὕβριν δι' ὦν αἱρούμεθα προστρίψεως ἡμῶν καθαιρήσει; ἐγώ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὄς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται, οὐ μὴν οὔτω γ' ἐξησθενηκέναι τὸ παρ' ἑκάστοις κύριόν τε και βέβαιον ὀφεῖλον μένειν χρή, ὡς μὴ ταῖς ἰδίαις γνώμαις ἕκαστον ἀρκεῖσθαι καὶ τῶν οἰκείων πάντας ἀπολαύειν ἔν τε ἐφαμίλλῳ διασκέψει εἰς τὴν τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἔνα μόνον ἀλλὰ καὶ πλείους ἐκφῆναι.

διὸ δὴ οὐδὲν οὔτ' ἐκπλήγξεως οὔτε τραχύτητος ἐνοχλήσει, εἰ τὰς περὶ τὴν ἐκκληγσίαν τιμὰς ὁμοίας τε καὶ διὰ πάντων ἐπ' ἴσης ἀγαπητὰς εἶναι συμβαίη. συμβαίη. οὐδὲ γὰρ εὔλογον εἰς ἑτέρων [*](1 vgl. s. 106, 30 | καταγγέλλεται Α, καταγγέλεται ΜΒ | 2 ἐστιν so V1, verändert in ἑστίαν von V2 | 3 μετ' VJ, δι' ΜΒΑ | 4 ἐκ <ΜΒΑ | 5 βεβαιοῦσθαι <ΜΒΑ | 9 nach λαμπραῖς + ταῖς V, τ' JMBA, < HKI | τε < ΜΒΑ | εἰσηνέγκασθε V, εἰσενέγκασθε J, < MBA | 10 ἤδη < ΜΒΑ | τῶν (τὸν Α) Καισαρέων ἐπίσκοπον ΜΒΑ | αὐτοὺς V | 11 γε ΗΚΙ, τε ΗSS | ἐγκειμένους ΜΒΑ | 12 σφετερίζεσθαι J | 13 καλῶς ἔχοντος V, κρείττονος JMBA |ἐπιζήτησιν zwei Mel J | ἐπειγόμ.] ἐπιγινόμενον ΜΒΑ | διενττεθυμεῖσθαι V, δὴ ἐντεθυμῆσθαι JMBA | 14 ἥ V, εἰ JMBA | 15 ὤσπερ εἰκόνα (?) WIl. | 21 ὑμῖν + vor ὕβριν V | 25 hier will Wil. vor κύριον viel hinzufügen | γνώμαις, ob χώραις ? ΗΚΙ | 26 ἔκαστον V, .ἔκαστος JMBA | 29 ἐνοχλήσει εἰ V, ἐνοχλούσης JMBA |τὰς — τιμὰς ΗΚΙ, τὰ τιμὰς V, ταῖς — τιμαῖς JMBA | 30 συμβαίη V, συμβαίνει JMBA | ἑτέρων V, ἕτερον JMBA.)

v.1.p.108.
πλεονέκτημα ποιεῖσθαι τὴν περὶ τούτων ἐπίσκεψιν, τῆς πάντων διανοίας ἐπ' ἴσης, ἄν τ' ἐλάττους ἄν τε μείζους εἶναι δοκοῖεν, τὰ θεῖα δόγματα ὑποδεχομένης τε καὶ φυλαττούσης, ὡς κατὰ μηδὲν τοὺς ἑτέρους τῶν ἑτέρων εἰς τὸν κοινὸν νόμον ἐλαττοῦσθαι.