Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
οἷον δὲ καὶ τόδ’ ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέσμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες.
[*](Cod. V νς’.) Ἐπὶ τούτοις βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρςὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείψανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶν ὀξυωπέστατος ἄνωθεν ἀφ’ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ οὗτος τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου σννεῖδεν.
ἄλσος δὲ τοῦτο ἦν καὶ τέμενος, οὐκ ἐν [*](1 –103, 18: fast in derselben Weise Laus Const. VIII, 1–7. –21 vgl. Hom. Od. 4, 242.) [*](4 πρὸ JA, πρὸς VMB | 6 ἀναπετάσας Laus C., ἀναπετάσαι HSS | ταῦτα δ’ bis 20 δεισιδ. <MBA | 11 μέσον Laus C. | 13 φθωρὰν V, φθορὰν J, φωρὰν vgl. Laus C. VIII, 3 | τε + vor τοὺς ἱερ. J | das zweite σὺν <J | 14 παρακελευόμενοι Laus C. | 15 ἐπικεχρωσμένης V, Laus C., κεχρωσμένης J | 20 δὲ VJ, δὴ MBA | τόδ’ J, Laus C., τόδε V, <MBA | 21 ἔρεξε Laus C., ἔρρεξε VJ, <MBA | 23 ἀνδρείκελα A, Laus C., ἀνδροείκελα VJMB | 25 Ἐπὶ τούτοις: das neue Cap. beg. in VMB erst mit ἄλσος, Ζ. 31 |26 λανθάνοι V, Laus C, τυγχάνη JMBA | ὑψηλῶν A | 30 τι + zwei Buchst. ausradiert J, τινα MB.)