Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

οὐ γὰρ ἀγνοεῖτε ἐκεῖ πρῶτον τὸν τῶν ὅλων δεσπότην θεὸν καὶ ὦφθαι τῷ Ἀβραὰμ καὶ διειλέχθαι. ἐκεῖ μὲν οὖν πρῶτον ἡ τοῦ ἁγίου νόμου θρησκεία τὴν καταρχὴν εἴληφεν, ἐκεῖ [*](30 ff. Gen. 18, 1 ff.) [*](1 μαίνεσθαι AB 1. | 2 πάσης V, παντοίας JMBA | αὐτὸν J, αὐτῶν M | 4 τῶν καιρῶν τῶν ἡμετέρων V, τῶ κράτει τῶ ἡμετέρω JMBA; B 2 am Rande: καιρῶν u. wahrsch. mehr, aber der Rand ist abgeschnitten worden | 7 ἡμῶν A | γράμματι A, γράμμα VJMB | ὑποθέσεως JB 1 | 9 ἁπλῶς bis 24 ἀφόρητον καὶ <MBA | 10 τῶν τοι. ἐκεῖθεν ~ J | 11 σπουδάσοι J | 12 αὐτὴ διατυπώσηται J | 13 ποιήσῃ Hkl, ποιῆσαι VJ | 20 προν. —κόμητος <J | 21 πάντων J | 22 ἐναργῶν V | 23 μνσερῶν V | 28 προσταχθὲν] πραχθὲν V | 31 ἀγνοεῖται VM.)

v.1.p.101.
πρῶτον ὁ σωτὴρ αὐτὸς μετὰ τῶν δύο ἀγγέλων τὴν ἑαυτοῦ ἐπιφάνειαν τῷ Ἀβραὰμ ἐπεδαψιλεύσατο, ἐκεῖ τοῖς ἀνθρώποις ὁ θεὸς ἤρξατο φαίνεσθαι, ἐκεῖ τῷ Ἀβραὰμ περὶ τοῦ μέλλοντος αὐτῷ σπέρματος προηγόρευσεν καὶ παραχρῆμά γε τὴν ἐπαγγελίαν ἐπλήρωσεν, ἐκεῖ πλείστων ὅσων ἐθνῶν ἔσεσθαι αὐτὸν πατέρα προεκήρυξεν.