Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
τὰς μὲν οὖν λεχθείσας φιλοκαλίας βασιλεὺς πρὸς τῷ Παλαιστινῶν ἔθνει τόνδε συνίστη τὸν τρόπον, καὶ κατὰ πάσας δὲ τὰς ἐπαρχίας νεοπαγεις ἐκκλησίας ἐπισκευάζων μακρῷ τῶν προτέρων τιμιωτέρας ἀπέφαινεν.
[*](1 μονάρχ. — κοσμ. <HKl |2 ἑαυτῆς, ῆ auf Ras.,|2 3 ἐγγόν |3 τὰ τῆς JMBA|| 5 καὶ hier beg. das neue Car. μζ (47) in VMB |9 ἀληθῆ V|ἀνεστοιχ. — σωτῆρα < V,mit Recht? | 12 καὶ kein neues Cap. in VMB|13 τιμώμενον <MBA |14 τε V, δὲ JMBA |ἠρίοις]ἡρώοις V |ὧδε μὲν VJ, τοῦ μὲν MBA| 15 ἡ βασ. V, ἡ τοῦ βασ.J, βασ. MBA |ἡ μήτηρ Α|γε VJ γενομένη ΜΒΑ| 16 ὑπερφυῶς VMB |17 γεναμένην V |20 μεμαθητεῦθαι VM |21 αὐτγούσταν, α auf Ras., J, αὐτγόστων Β 1, α über der Zeile von Β 2 |22 βασιλ. < Wil. |23 βασιλ. θησ. ~ JMBA |24 ὡς < JMBA|25 εὖ < J 26 καὶ < V |27 φερομένων J|28 ἃς ='wie"|29 τὰς hier beg. das neue Cap. μη (48)in V (nicht s. 98, Z. 1 Τὴν).)Τὴν δέ γ’ ἐπώνυμον αὐτοῦ πόλιν ἐξόχῳ τιμῇ γεραίρων εὐκτηρίοις πλείοσιν ἐφαίδρυνεν μαρτυρίοις τε μεγίστοις καὶ περικαλλεστάτοις οἴκοις, τοῖς μὲν πρὸ τοῦ ἄστεως τοῖς δ’ ἐν αὐτῷ τυγχάνουσι, δι’ ὧν ὁμοῦ καὶ τὰς τῶν μαρτύρων μνήμας ἐτίμα καὶ τὴν αὐτοῦ πόλιν τῷ τῶν μαρτύρων καθιέρου θεῷ.
ὅλως δ’ἐμπνέων θεοῦ σοφίας, ἣν τῆς ἐπηγορίας τῆς αὐτοῦ πόλιν ἐπώνυμον ἀποφῆναι ἔκρινε, καθαρεύειν εἰδωλολατρείας ἁπάσης ἐδικαίου, ὡς μηδαμοῦ φαίνεσθαι ἐν αὐτῇ τῶν δὴ νομιζομένων θεῶν ἀγάλματα ἐν ἱεροῖς θρησκευόμενα, ἀλλ’ οὐδὲ βωμοὺς λύθροις αἱμάτων μιαινομένους, οὐ θυσίας ὁλοκαυτουμένας πυρί, οὐ δαιμονικὰς ἑορτάς, οὐδ’ ἕτερόν τι τῶν συνήθων τοῖς δεισιδαίμοσιν.
Εἶδες δ’ ἂν ἐπὶ μέσον ἀγορῶν κειμέναις κρήναις τὰ τοῦ καλοῦ ποιμένος σύμβολα, τοῖς ἀπὸ τῶν θείων λογίων ὁρμωμένοις γνώριμα, τόν τε Δανιὴλ σὺν αὐτοῖς λέουσιν ἐν χαλκῷ πεπλασμένον χρυσοῦ τε πετάλοις ἐκλάμποντα. τοσοῦτος δὲ θεῖος ἔρως τὴν βασιλέως κατελήφει ψυχήν, ὡς ἐν αὐτοῖς τοῖς ἀνακτόροις τῶν βασιλείων, κατὰ τὸν πάντων ἐξοχώτατον οἶκον τῆς πρὸς τῷ ὀρόφῳ κεχρυσωμένης φατνώσεως κατὰ τὸ μεσαίτατον, μεγίστου πίνακος ἀνηπλωμένου μέσον ἐμπεπῆχθαι τὸ τοῦ σωτηρίου πάθους σύμβολον ἐκ ποικίλων συγκείμενον καὶ πολυτελῶν λίθων ἐν χρυσῷ πολλῷ κατειργασμένων. φυλακτήριον δὲ ἐδόκει τοῦτο αὐτῆς βασιλείας τῷ θεοφιλεῖ πεποιῆσθαι.