Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἐπειδὴ γὰρ οἱ μὲν οἷοι μηδένες ἄλλοι πώποτ’ ὤφθησαν καὶ οἶνα μηδ’ ἐξ αἰῶνος ἀκοῇ παρείληπται κατὰ τῆς ἐκκληςίας τετολμήκασιν, εἰκότως ὀ θεὸς αὐτὸς ξένον τι χρῆμα προστηςάμενος τὰ μήτ’ ἀκοῇ γνωσθέντα μήτ’ ὄψει παραδοθέντα δι’ αὐτοῦ κατειργάζετο. [*](1 οἱ μὲν —3 διεκελεύετο <ΒΑ | φλεχθέντα V, φλεγέντα JM | 2 μέγελ.— πολυπλ.<Μ | 3 παρασκευῆ J | διεκελεύετο VJ, ἐνομοθέτει Μ | 6 ἐνδοτάτων JMB | τε Val., δὲ ΗSS | 9 ὅλην V1, ὕλην V2| διηνεκῶς <V | 10 καθαιρεῖ ΜΒ | 11 δαίμοσι J | 12 μάρτυρας VJ, δούλους ΜΒΑ |ὑπέβαλον ΜΒ | 14 κολάσει — θεοῦ< Β | δὲ J | ἁγίων <J | 15 oἴκων ἤλαυνον ~JMB | 16 τοὺς vor εὔνους J |18 πάθει τὴν ψυχὴν ~ΜΒΑ | 20 δεξιᾶ V, δωρεᾶ JMBA | 22 ὡς Ηkl, εἰς HSS | 25 εἰπεν auffällig statt εἴποι oder εἴπειεν, Diels, vgl. doch III, 15, 3 u. 49, 1 | 27 ὁμολοηρῖν <Hkl | 32 μήτε ἀκοῆ J.)
ὅ μὲν δὴ καὶ ἐν γραφῆς ὑφηλοτάτῳ πίνκαι πρὸ τῶν βασιλικῶν προθύρων ἀνακειμένῳ τοῖς πάντων ἀφθαλμοῖς ὁρᾶσθαι προὐτίθει, τὸ μὲν σωτήριον σημεῖον ὑπερκείμενον τῆς αὐτοῦ κεφαλῆς τῇ γραφῇ παραδούς, τὸν δ’ ἐχθρὸν καὶ πολέμιον θῆρα τὸν τὴν ἐκ- κλησίαν τοῦ θεοῦ κιὰ τῆς τῶν ἀθέων πολιορκήσαντα τυραννίδος κατὰ βυθοῦ φερόμενον ποιήσας ἐν δράκοντος μορφῇ. δράκοντα γὰρ αὐτὸν καὶ σκολεὸν ὄφιν ἐν προφητῶν θεοῦ βίβλοις ἀνηγόρευε τὰ λόγια.