Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Τῶν δ' ἐπισκόπων ὁ τοῦ δεξιοῦ τάγματος πρωτεύων διτε μεμετρημένον ἀπεδίδου λόγον, προσφωνῶν τὸν βασιλέα τῷ τε παντοκράτορι θεῷ χαριστήριον ἐπ' αὐτῷ ποιούμενος ὕμνον.ἐπειδὴ δὲ καὶ αὐτὸς καθῆστο, σιγὴ μὲν ἐγίγνετο πάντων ἀτενὲς εὶς βασιλέα βλεπόντων, ὁ δὲ φαιδροῖς ὄμμασι τοὺς πάντας γαληνῶς ἐμβλέψας κἄπειτα συναγαγὼν αὐτὸς πρὸς ἑαυτὸν τὴν διάνοιαν ἡσύχῷ καὶ πραείαᾳ φωνῇ τοῖον ἀπέδωκε λόγον.
,,Εὐχῆς μὲν ἐμοὶ τέλος ἦν, ὦ φίλοι, τῆς ὑμετέρας ἀπολαῦσαι χορείας, τούτου δὲ τυχὼν εἰδέναι τῷ βασιλεῖ τῶν ὅλων τὴν χάριν ὁμολογῶ, ὅτι μοι πρὸς τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο κρεῖττον ἀγαθοῦ παντὸς ἰδεῖν ἐδωρήσατο, φημὶ δὴ τὸ συνηγμένουης ὁμοῦ πάντας ἀπολαβεῖν μίαν τε κοινὴν ἁπάντων ὁμόφρονα γνώμην θεάσασθαι.
μὴ δὴ οὖν βάσκανός τις ἐχθρὸς τοῖς ἦμετέροις λυμαινέσθω καλοῖς, μηδὲ τῆς τῶν τυράννων θεομαχίας ἐκποδὼν ἀρθείσης θεοῦ σωτῆρος δυνάμει ἑτέρως ὁ φιλοπόνηρος δαίμων τὸν θεῖον νόμον βλασφημίαις περιβαλλέτω· ὡς ἔμοιγε παντὸς πολέμου καὶ μάχης δεινῆς καὶ χαλεπωτέρα πωτέρα ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐμφύλιος νενόμισται στάσις καὶ μᾶλλον ταῦτα τῶν ἐξωθεν λυπηρὰ καταφαίνεται.
ὅτε γοῦν τὰς κατὰ τῶν πολεμίων νίκας νεύματι καὶ συνεργείᾳ τοῦ κρείττονος ἠράμηυν, οὐδέν γε λείπειν ἐνόμιζον ἢ θεῷ μὲν γινώσκειν τὴν χάριν, συνχάιρειν δὲ καὶ τοῖς ὑπ' αὐτοῦ δι' ἡμῶν ἠλευθερωμένοις. ἐπειδὴ δὲ τὴν ὑμετέραν διάστασιν παρ' ἐλπίδα πᾶσαν ἐπυθόμην, οὐκ ἐν δευτέρῳ τὴν ἀκοὴν ἐθέμην, τυχεῖν δὲ καὶ τοῦτο θεραπείας δι' ἐμῆς εὐξάμενος [*](16 ff.: vgl. Sozom. H.E. I, 19 (67).) [*](1 τε ΗSS, δὲ Ηkl |nach ἅπαντας Lücke Hkl | 4 ἀπέμφαινον V | 6 nach μέσος + πρῶτος JMBA | ἐξ + Ηkl, vgl. 94,20 | 8 οἱ < JMBA| βασιλέως V, βαβασιλέα JMBA | 10 τῷ βασιλεῖ JMBA | 12 αὐτὸς ΗSS, οὖτος Ηkl | 13 τοὺς πάντας γαληνῶς V, τοῖς πᾶσι γαληνὸν JMBA| 14 συνάγων V | 16 τῆς ὑμετέρας εὐχῆς ἀπολαπυσαι καὶ V | 19 δὴ JMBA, δὲ V | 20 ὁμόφρονα < Ηkl | 21 μὴ δὴ V, μὴδ' JMBA| λυμανέσθω καλοῖς ~ ΜΒΑ | λυμαίνεσθαι V | κακοῖς Β1 | 22 τῶν < ΜΒΑJ | 24 δεινὴ ΗSS, δεινῆς Diels, καὶ = vel, < Wil. | 27 συνεργία ΗSS | 28 γε Ηein., ἐμοίγε Val., τε ΗSS | γινώσκειν V, νομίζειν JMBA| 29 ὑπ' Ηkl, ὑπὲρ ΗSS | ἐπειδὴ δὲ V, ἐπεὶ δὲ J, ἐπειδὴ ΜΒΑ.)