Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἔφη γάρ ποτε ἐν μέσῃ τοῦ πολέμου συμβολῇ κτύπου καὶ ταραχῆς ἀθρόας διαλαβούσης τὸ στρατιωτικόν, τὸν ἐπὶ τῶν ὤμων φέροντα τὸ σημεῖον ὑπὸ δειλίας ἐν ἀγωνίᾳ γενέσθαι κἄπειτα μεταπαραδοῦναι αὐτὸ ἑτέρῳ, ὡς ἂν διαφύγοι τὸν πόλεμον. ὡς δ' ὁ μὲν ὑπεδέδεκτο, ὁ δ' ὑποβὰς ἐκτὸς ἐγένετο τῆς τοῦ σημείου φυλακῆς, βέλος ἀκοντισθὲν αὐτοῦ κατὰ τῆς νηδύος πήγνυται καὶ τὴν ζωὴν ἀφαιρεῖται αὐτοῦ. ἀλλ' οὑτος μὲν δειλίας καὶ ἀπιστίας δίκην ἐκτίσας ἐνταυθοῖ νεκρὸς ἔκειτο, τοῦ δὲ τὸ σωτήριον τρόπαιον αἰωροῦντος ζωῆς ἐγίγνετο φυλακτήριον, ὡς πολλάκις βελῶν κατ’ αὐτοῦ πεμπομένων τὸν μὲν φέροντα διασώσεσθαι, τὸ δὲ τοῦ τροπαίου δόρυ δέχεσθαι xa βαλλόμενα. καὶ ἦν γε τοῦτο παντὸς ἐπέκεινα θαύματος,
ὡς ἐν βραχυτάτῃ περιφερείᾳ τοῦ δόρατος ἱκνούμενα τὰ τῶν πολε-
[*](20 ff.: vgl. Sozom. H.E. Ι,4 (24).)[*](5 δὴ V, δ’ JMBA Ι 7 ὁ βασιλ. JMBA Ι 8 οἱονεί JMBA Ι 9 συνανέφαινεν ἡ V, συν-ε < ἡ) JMBA Ι 11 τῶν] τὸν V Ι τοὺς VJ, aber υ auf Ras. J, τοῖς MBA Ι < Λ Ι ἰσχύει V Ι 12 ἐγκρίτους V, ἐγκρίτοις JMBA, ἐγκρίταις B2 Ι 13 ἐκέλευεν 14 οὐδὲν ἕτερον] οὐδέτερον V Ι μέλον V, u. in J aus μέλλον verbessert, μόνον MBA Ι 15 φέροντος < MB, Wortfolge αὐτὸ ἐπὶ τῶν ὤμων φέροντος A Ι ἡμῖν < MBA Ι MBA V Ι 18 θαῦμα V, ὁ καὶ J, < MBA Ι 19 μέσω JM MB Ι 21 ἐν ἀγωνίᾳ Val., ἐν ἀγῶνι HSS Ι 23 ὑπεδέδεκτο V, ὑποδέδεκτο JMBA ὅς δ' JMB2 τῆς < V Ι 25 ἀλλ' hier das neue Cap. ί) in VMB | ovxoq WiL, avxdqHSS Ι ἐκτείνας JM, aber ει vielleicht ändert in ι, Μ. ἐκτίνας B Ι 27 ἐγιγν. V, ἐγιν. JMBA.)μίων βέλη ἐν αὐτῷ μὲν πηγνύμενα κατεπείρετο, ἠλευθέρου δὲ θανάτου τὸν φέροντα, ὡς μηδὲν ἅπτεσθαι τῶν ταύτην ποιουμένων τὴν διακονίαν πώποτε. οὐχ ἡμέτερος δ' ὁ λόγος ἀλλ' αὐτοῦ πάλιν βασιλέως εἰς ἡμετέρας ἀκοὰς πρὸς ἑτέροις καὶ τοῦτον ἀπομνημονεύσαντος· ὃς δπειδὴ θεοῦ δυνάμει τὰς πρώτας ἤρατο νίκας, ἐπὶ τὰ πρόσω λοιπὸν ἤλαυνε, τὸ στρατιωτικὸν ἐν τάξει κινήσας.
Τούτων δὲ τὴν πρώτην ὁρμὴν οἱ τῆς ἐναντίας προκατάρχοντες λήξεως οὐχ ὑποστάντες, τοῖν χεροῖν ῥίψαντες τὰ ὅπλα προσεχώρουν τοῖς βασιλέως ποσίν, ὁ δὲ τοὺς πάντας σώους ὑπεδέχετο τῇ τῶν ἀνδρῶν ἀσμενίζων σωτηρίᾳ. ἄλλοι δ’ ἐπὶ τοῖς ὅπλοις μείναντες ἐνεχείρουν τῇ τοῦ πολέμου συμβολῇ· οὓς ἐπειδὴ προκλήσεις φιλικὰς προισχόμενος βασιλεὺς οὐ πειθομένους ἔγνω, τὸν στρατὸν ἠφίει. οἱ δ’ αὐτίκα νῶτα δόντες εἰς φυγὴν ἐτράποντο. εἶτα οἱ μὲν αὐτῶν νόμῳ πολέμου ἐκτείνοντο καταλαμβανόμενοι, πλείους δ' ἐπ ἀλλήλοις πίπτοντες τοῖς οἰκείοις κατεβάλλοντο ξίφεσιν.