Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
„Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος καὶ ἀπόκρισις ἀπρονόητος ἴσην ἀλλήλαις ἀντιδότωσαν ἐφ᾿ ἑκάτερα συγγνώμην. οὐδὲ γὰρ περὶ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἡ τῆς φιλονεικίας ἐξήφθη πρόφασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ θεοῦ θρησκείας αἵρεσις ἀντειςήχθη, ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμόν, ὡς πρὸς τὸ τῆς κοινωνίας σύνθημα δύνασθαι συνελθεῖν.
Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τοῦ θεοῦ λαόν, ὃν ὑπὸ ταῖς ὑμετέραις χερσὶν εὐθύνεσθαι προςήκει, διχονοεῖν οὔτε πρέπον οὔθ᾿ ὅλως θεμιτὸν εἶναι πιστεύεται.
ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσαιμι, ἴστε δήπου καὶ τοὺς φιλοςόμους αὐτοὺς ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται, πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἶ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦδόγματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. εἰ δὴ τοῦτο ἔστι, πῶς οὐ πολλῷ δικαιότερον ἡμᾶς τοὺς [*](2 ἐρεσχελίας V | προστίθησιν V | 3 φιλοσοφικῆς Val., φυσικῆς HSS, Socr. | 8 nach μέρος + εἶναι VJB1, <Socr., MA | 9 πείσει Socr., V2, B2, A, πόσει Μ, Θείη V1JB1| οὐ VJ, ἢ τίς AB, Socr., ἤ τις ὁ M| ζητημάτων, τη über der Zeilie, V | 10 ἂν + Hkl | 11 ἢ ἡμῶν] ἡ ἡμῶν VM | 12 ἢ τῶν V, ἢ τῶν zwei Mal B1, ἢ τῆ τῶν J, ἢ ἡ τῶν MA, Socr. | 13 σύνεσις MA | συγχωρηςάντων J | 14 ποτέρου AB1, πότερον V, ἐξ ὁποτέρου J, ἐξ ὁποτέρου πότερον Μ, ἐξ ἑκατέρου Socr. | 17 ἐφ᾿ ἑκάτερα V, ἐφ᾿ ἑκατέρω JMBA | σνγγνώμην] γνώμην V | 18 περί του? Hkl | 23 τὸν + vor τοῦ θεοῦ MBA | ὅν ὑπὸ VJB1, <MA | 24 φρεςὶν (χερςὶν Hkl) εὐθύνεσθαι VJ, ἐθύνεσθαι φρεςὶν ΜΒΑ |οὐ+vor προςήκει ΜΒΑ | διὰ τὸ + vor διχονοεῖν ΜΒΑ | ἄλλ᾿ +vor οὔτε JMBA | θεμιτὸν — ἵνα δὲ <Μ |26 nach ὑπομν. + λέξω ΜΒΑ; unnötig | 28 διαφανῶσιν MB1 | χωρίζονται] συμφωνοῦσι J | 30 δὴ] J| ὑμᾶς Socr., Gelas.)
ἐπισκεψώμεθα δὴ λογισμῷ μείζονι καὶ πλείονι συνέσει τὸ ῥηθέν, εἴπερ ὀρθῶς ἔχει δι᾿ ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι᾿ ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν. δημώδη ταῦτά ἐστι καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προςήκοντα.