Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Οἱ μὲν οὖν κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν νεανικῶς περὶ τῶν ἀνωτάτω διεπληκτίζοντο, οἱ δ’ ἀμφὶ πᾶσαν τὴν Αἴγυπτον καὶ τὴν ἄνω Θηβαΐδα προϋποκειμένης παλαιοτέρας ὑποθέσεως χάριν διεστασίαζον, ὡς πανταχοῦ διῃρῆσθαι τὰς ἐκκλησίας. τούτοις δ’ ὥσπερσώματος κεκακωμένου σύμπασα Λιβύη συνέκαμνε, συνενόσει δὲ καὶ τὰ λοιπὰ μέρη τῶν ἐκτὸς ἐπαρχιῶν. οἱ μὲν γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας διεπρεσβεύοντο πρὸς τοὺς κατ’ ἐπρχίαν ἐπισκόπους, οἱ δ’ εἰς θάτερον τεμνόμενοι μέρος τῆς ὁμοίας ἐκοινώνουν στάσεως.
Ταῦτα δὴ πυθόμενος βασιλεὺς καὶ τὴν ψυχψὴν ὑπεραλγήαὐτὸν συμφοράν τε οἰκείαν τὸ πρᾶγμα θέμενος, παραχρῆμα τῶν ἀμφ’ αὐτὸν θεοσεβῶν ὃν εὖ ἠπίστατο βίῳ σώφρονι πίστεως τ’ ἀρετῇ δεδοκιμασμένον, ἄνδρα λαμπρυνόμενον εὖ μάλα ταῖς ὑπὲρ εὐσεβείας ὁμολογίαις κατὰ τοὺς ἔμπροσθεν χρόνους, βραβευτὴν εἰρήνης τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν διεστῶσιν ἐκπέμπει, γράμμα τ’ ἀναγκαιότατον δι’ αὐτοῦ [*](7 ffl.: vgl. Socr. H.E, I, 6 (10). — 25 ff.: vgl. Socr. H.E. I, 7 915), Theodoret. H.E. I, 7 925).)
„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Ἀλεξάνδρῳ καὶ ἈΡείῳ.
Διπλῆν μοι γεγενῆσθαι πρόθεσιν τούτων, ὧν ἔργῳ τὴν χρείαν ὑπέστην, αὐτὸν ὡς εἰκὸς τὸν τῶν ἐμῶν ἐγχειρημάτων βοηθὸν καὶ σωτῆρα τὸντῶν ὅλων θεὸν ποιοῦμαι μάρτυρα.
Πρῶτον μὲν γὰρ τὴν ἁπάντων τῶν ἐθνῶν περὶ τὸ θεῖον διάθεσιν πρὸς μίαν ἕξεως σύστασιν ἑνῶσαι, δεύτερον δὲ τὸ τῆς κοινῆς οίκουμένης σῶμα καθάπερ χαλεπῷ τινι τραύμαιτ πεπονηκὸς ἀνακτήσασθαι καὶ συναρμόσαι προὐθυμήθην.
ἃ δὴ προδκοπῶν ἕτερον μὲν ἀπορρήτῳ διανοίας ὀφθαλμῷ συνελογιζόμην, ἕτερον δὲ τῇ τῆς στρατιωτικῆς χειρὸς ἐξουσίᾳ κατορθοῦν ἐπειρώμην, εἰδὼς ὡς εἰ κοινὴν ἅπασι τοῖς τοῦ θεοῦ θεράπουσιν ἐπ’ εὐχαῖς ταῖς ἐμαῖς ὁμόνοιαν καταστήσαιμι, καὶ ἡγησάμην τῶν δημοσίων πραγμάτων χρεία σύνδρομον ταῖς ἁπάντων εὐσεβέσιν γνώμαις τὴν μεταβολὴν καρπώσεται.
Μανίας γὰρ δήπουθεν οὐκ ἀνεκτῆς ἅπασαν τὴν Ἀφρικὴν ἐπιλαβούσης καὶ διὰ τοὺς ἀβούλῳ κουφότητι τὴν τῶν δήμων θρησκείαν εἰς διαφόρους αἱρέσεις σχίσαι τετολμηκότας, ταύτην ἐγὼ τὴν νόσον καταστεῖλαι βουληθείς, οὐδεμίαν ἑτέραν ἀρκουσαν τῷ πρόγματι θεραπείαν ηὕρισκον, ἢ εἰ τὸν κοινὸν τῆς οίκουμένης ἐχθρὸν ἐξελών, ὃς ταῖς ἱεραῖς ὑμῶν συνόδοις τὴν ἀθέμιτον ἑαυτοῦ γνώμην ἀντέστησεν, ἐνίους ὑμῶν πρὸ τὴν τῶν πρὸς ἀλλήλους διχονοούντων ὁμόνοιαν βοηθοὺς ἀποστείλαιμι.“
„Ἐπειδὴ γὰρ ἡ τοῦ φωτὸς δύναμις καὶ ὁ τῆς ἱερᾶς θρησκείας νόμος, ὑπὸ τῆς τοῦ κρείττονος εὐεργεσίας οἷον ἔκ τινων τῆς ἀνατολῆς κόλπων ἐκδοθείς, ἅπασαν ὁμοῦ τὴν πάνταςολπθ,ἐμξμ οερῲ λαμπτῆρι κατήστραψεν, εἰκότως ὑμᾶς, ὥσπερ τινὰς ἀρχηγοὺς τῆς τῶν ἐθνῶν σωτηρίας ὑπάρξειν πιστεύων, ὁμοῦ καὶ ψυχῆς νεύματι καὶ ὀφθαλμῶν ἐνεργείᾳ ζητεῖν ἐπειρώμην. ἅμα γοῦν τῇ μεγάλῃ νίκῃ καὶ τῇ τῶν ἐχθρῶν ἀληθεῖ θριμβείᾳ τοῦτο πρῦτον εἱλόμην ἐρευνᾶν, ὃ δὴ πρῶτόν μοι καὶ τιμιώτατον ἁπάντων ὑπάρχειν ἁγούμην.”
[*](2 τῆς βασιλέως < ΜΒΑ |3 περιφέρεσθαι (?) Ηkl | ἔχον τοῦτον ~J | 6 πρόθειν Val., πρόφασιν HSS | 8 τὸν +Hkl | τῶν, ν auf Ras., J | 9 διάθεσιν Val., πρόθεσιν HSS | πρὸς Val., ὡς HSS | 10 σύστασιν < J | 11 τραύματι— συναρμ. nur in V, συναρμῶσαι V | 12 ἀπορρήτῳ < J | 15 ὁμοίαν JM | 18 καὶ < Val. |21 εὕρισκον Α |23 ἡμῶν ΜΒΑ |25 ἀποστείλαιμε ΜΒ 1 Α |27 ἔκ τινων] ἐκ τῶν J | 29 εἰκότως — πιστεύων zwei Mal in J | ἡμᾶς JMBA | 32 τοῦτο VJ, τουτοέστι ΜΒΑ.)„Ἀλλ᾿, ὦ καλλίστη καὶ θεία κρόνοια, οἷόν μου τῆς ἀκοῆς μᾶλλον δὲ τῆς καρδίας αὐτῆς τραῦμα καίριον ἥψατο, πολλῷ χαλεπωτέραν τῶν ἐκεῖ καταλειφθέντων τὴν ἐν ὑμῖν γιγνομένην διχοσταςίαν σημαῖνον, ὡς πλείονος ἤδη τὰ καθ᾿ ὑμᾶς μέρη θεραπείας δέεσθαι, παρ᾿ ὧν τοῖς ἄλλοις τὴν ἴασιν ὑπάρξειν ἤλπισα.