Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
ἐσεμνύνετο μὲν ὁ τοῦ θεοῦ λεὼς ταῖς τῶν καλῶν καλλωπιζόμενος πράξεσιν, οὐδ’ ἦν τις ἔξωθεν φόβος ταράττων, ὡς καὶ πρώνη λαμπρᾶς καῖ βαθυτάτης εἰρήνης ἁπανταχόθεν τὴν ἐκκλησίαν θεοῦ χάριτι περιφραττούσης· φθόνος δ’ ἂρα καὶ τοῖς ἡμετέροις ἐφήδρευε καλοῖς, εἴσω μὲν εἰσδυόμενος μέσος δ’ ἐν αὐτοῖς χορεύων τοῖς τῶν ἁγίων ὁμίων ὁμίλοις.
συμβάλλει δῆτα τοὺς ἐπισκόπους, στάσιν ἐμβαλὼν ἐρεσχελίας θείων προφάσει δογμάντων, κἄπειθ’ ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξεκάετο, ἄκρας μὲν ὥσπερ ἀπὸ κορυφῆς ἀρξάμενον τῆς ἀλεξανδρέων ἐκκλησίας, διαδραμὸν δὲ τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην τήν τ’ ἐπέκεινα Θηβαΐδα,