Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τοὺς δ’ εὖ φρονοῦντας πεπεῖσθαι χρή, ὡς οὗτοι μόνοι ἁγίως καὶ καθαρῶς βιώσονται, οὗς αὐτὸς καλεῖς ἐπαναπαύεσθαι τοῖς σοῖς ἁγίοις νόμοις. οἱ δ’ ἑαυτοὺς ἀφέλκοντες ἐχόντων βουλόμενοι τὰ τῆς ψευδολογίας τεμένη· ἡμεῖς ἔχομεν τὸν φαιδρότατον τῆς σῆς ἀληθείας οἶκον. ὅπερ κατὰ φύσιν δέδωκας, τοῦτο κἀκείνοις εὐχόμεθα, ἵνα δηλαδὴ διὰ τῆς κοινῆς ὁμονοίας καὶ αὐτοὶς τὴν θυμηδίαν ἀναφέρωνται.“

„Οὐδὲ γάρ ἐστι καινὸν οὐδέ τι νεώτερον τὸ καθ’ ἡμᾶς, ἀλλ’ ἐξ οὗπερ τὴν τῶν ὃστι διακόσμησιν παγίως γεγενῆσθαι πεπιστεύκαμεν, μετὰ τοῦ πρέποντός σοι σεβάσματος τοῦτο παρεκελεύσω, ἐσφάλη δὲ τὸ ἀνθρώπινον γένος πλάναις παντοίαις παρηγμένον· ἀλλὰ σὺ γε διὰ τοῦ σοῦ υἱοῦ, ἵνα μὴ τὸ κακὸν ἐπὶ πλέον ἐπιβρίσῃ, καθαρὸν φῶς ἀνασχὼν ὑπέμηνσας περὶ σεαυτοῦ τοὺς πάντας.“