Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ὁ δὴ οὖν παρὼν ἐλέγξει καιρὸς τὸν τῇ δόξῃ πεπλανημένον,θεοῖς τοῖς παρ’ ἡμῖν καὶ τοῖς παρὰ θατέρῳ μέρει τιμωμένοις βραβεύων. ἤ γὰρ ἡμᾶς ἀποδείξας νικητὰς δικαιότατα τοὺς ἡμετέρους θεοὺς σωτῆρας ἀληθεῖς καὶ βοηθοὺς ἐπιδείζει, ἤ εἰ κρατήσειεν τῶν ἡμετέρων, πλείστων γε ὄντων καὶ τέως τῷ πλήθει πλεονεκτούντων, εἷς τις οὗτος οὐκ οἶκ οἶδ’ ὁποῖος οὐδ’ ὁπόθεν ὡρμημένος ὁ Κωνσταντίνου θεός, μηδεὶς λοιπὸν ἐν ἀμφιβόλῳ τιθέσθω τίνα δέοι θεὸν σέβειν, προσχωρεῖν δέον τῷ κρατοῦντι καὶ τούτῳ τῆς νίκης ἀνατιθέναι τὰ βραβεῖα.