Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Ἄνδρες φίλοι καὶ σύμμαχοι, πάτριοι μὲν οἴδε θεοί, οὓς ἐκ προγόνων τῶν ἀνέκαθεν παρειληφότες σέβειν τιμῶμεν, ὁ δὲ τῆς ἐναντίας ἡμῖν ἐξάρχων παρατάξεως τὰ [*](1 εἰ καί ποτε VJ, εἴποτε MBA Ι 2 ἱεράρχας V, ἱερέας JMBA Ι ἐπείγετο VMB1 3 τούτους < J Ι 9 εί͂ναι nur in V Ι αὐτὰ VJ, αὐτὸν MBA Ι Wortfolge ἅμα χλ. καὶ βλασφ. JMBA Ι 10 θεοπρεποὺς V, θεοπρεπεῖς Μ, θεοπροπεῖς B, θεοπρόπους AJ, aber υ auf Ras. J Ι φαρμακοὺς, aber υ auf Ras., J, φαρμακεῖς VMAB1, aber ους über der Zeile B2 Ι 12 δὴ VJ, δεῖν MB, aber ν ausradiert in B Ι 13 ἀμελλήτως V, ἀβουλήτως J, ἀδειρίτως Μ, in B undeutlich, αὐδηλώτως (aber υδ unsicher) A 14 κρατήσειν V, κρατεῖν JMBA Ι μαντείαις VJ, εἶτα MBA Ι 15 τε < V Ι Hkl, προισχομένων HSS Ι 16 οἰωνοπόλοι VJ, ὠνειροπόλει MBA Ι διὰ — προύλεγε)

v.1.p.43.
πάτρια παρασπονδήσας τὴν ἄθεον εἵλετο δόξαν, οἶδ’ ὁπόθεν ξένον τινὰ πεπλανημένως περιέπων θεόν, αἰσχρῷ τε τούτου σημείῳ τὸν οἰκεῖον καταισχύνει στρατόν· ᾧ πεποιθὼς ὁρμᾶταιοὐ πρὸς ἡμᾶς πολὺ πρότερον δὲ πρὸς αὐτοῦς οὕς παρέβη θεοὺς ἀράμενος τὰ ὅπλα.

ὁ δὴ οὖν παρὼν ἐλέγξει καιρὸς τὸν τῇ δόξῃ πεπλανημένον,θεοῖς τοῖς παρ’ ἡμῖν καὶ τοῖς παρὰ θατέρῳ μέρει τιμωμένοις βραβεύων. ἤ γὰρ ἡμᾶς ἀποδείξας νικητὰς δικαιότατα τοὺς ἡμετέρους θεοὺς σωτῆρας ἀληθεῖς καὶ βοηθοὺς ἐπιδείζει, ἤ εἰ κρατήσειεν τῶν ἡμετέρων, πλείστων γε ὄντων καὶ τέως τῷ πλήθει πλεονεκτούντων, εἷς τις οὗτος οὐκ οἶκ οἶδ’ ὁποῖος οὐδ’ ὁπόθεν ὡρμημένος ὁ Κωνσταντίνου θεός, μηδεὶς λοιπὸν ἐν ἀμφιβόλῳ τιθέσθω τίνα δέοι θεὸν σέβειν, προσχωρεῖν δέον τῷ κρατοῦντι καὶ τούτῳ τῆς νίκης ἀνατιθέναι τὰ βραβεῖα.