Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

νυνὶ δὲ καὶ μᾶλλον ἐπιφανεστέραις πράξεσι καὶ κατορθώμασι λαμπροτέροις τό τε τῆς ἀμφιβολίας ἄλογον ἀποδέδεικται καὶ ὁπόση τις ἡ τοῦ μεγάλου θεοῦ δύναμις, ἡνίκα τοῖς μὲν πιστῶς τὸν σεμνότατον σέβουσι νόμον καὶ μηδὲν τῶν παραγγελμάτων παραλύειν τολμῶσιν ἄφθονα τὰ ἀγαθὰ καὶ πρὸς τὰς ἐγχειρήσεις ἰσχὺς ἀρίστη καὶ μετ’ ἐλπίδων ἀγαθῶν ἀπαντῶσα, τοῖς δὲ τὴν ἀσεβῆ λαβοῦσι γνώμην πρὸς τὰς προαιρέσεις ἀκόλουθα καὶ τὰ ἀποβαίνοντα ἠν.