Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἔνθα τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος τοῦτο δεύτερον μετὰ τὰς πρώτας καθῃροῦντο πολιορκίας, τὰς δ' ἀπέκλειον οἱ κατὰ τόπους ἡγεμόνες, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ἐνθέσμους ἀποδιδοίη λατρείας. συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας ὁ τὰ τοιάδε προστάττων, συνειδότι φαύλῳ τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου πάντα πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο.
οἱ δ' αὐτοὶ θῶπες ὄντες τινὲς καὶ κόλακες, τὰ φίλα πράττειν τῷ δυσαγεῖ πεπεισμένοι, τοὺς [*](2 vgl. Euseb. H.E. X, –7 vgl. Act. 9,1. — –41, 25 vgl. Euseb. H.E. Χ, 8, –9, 3. — Gelas. Cyz. 1, 10 aus Euseb. H.E.) [*](5 ἀνερρίπιζε Ι 8 κωνσταντίνου φόβον VA, κωνσταντῖνον φόβον <) JB, (< φόβον) M Ι 11 ἀνῄρει τε δὲ <) Hkl, ἀνῃρεῖτο δὲ HSS Ι V Ι ἀκοῇ < MBA Ι τὰ γοῦν J, Hist. Eccl., τὰς γοῦν Gelas., ταύτ' οὖν VMBA Ι nicht neues Cap. VMBA Ι 17 ἀπεκλείων V, ἐπέκλειον Μ Ι 18 τοὺς τόπους MB Ι 19 ἀποδιδοίη N!, Wil.( —ᾠη), ἀποδιδῶ V, Hist Eccl., ἀποδῴη JMBA Ι 21 Wort- folge πάντα πράττειν VJ, Hist. Eccl., πράττειν πάντα MBA Ι 22 οἱ δ' hier das neue Cap. β) in VMBA Ι αὐτοὶ V, αὐτοῦ JMBA Ι 23 τινὲς nur in V.)
φυγαὶ δὴ αὐθις ἐπὶ τούτοις ὥσπερ οὖν καὶ σμικρῷ πρότερον τῶν θεοσεβῶν ἐγίνοντο ἀνδρῶν, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι τοὺς τοῦ θεοῦ θεραπευτὰς ὑπεδέχοντο. ἐπεὶ δὲ καὶ ταῦτα τοῦτον προὐχώρει τῷ τυράννῳ τὸν τρόπον, λοιπὸν τὸν κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο, ἐκράτει τε γνώμης καὶ οὐδὲν ἐμποδὼν ἦν αὐτῷ μὴ οὐχὶ δι' ἔργων ἤδη χωρεῖν, εἰ δὴ μὴ φθάσας τὸ μέλλον ὁ τῶν οἰκείων ὑπέρμαχος ὡς ἐν σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἐξέλαμψε, τὸν αὐτοῦ θεράποντα Κωνοταυτῖνον ἐπὶ τὰ τῇδε χειραγωγήσας.
Ὃς οὐκέτ ἀνεκτὴν εἶναι συνιδὼν τὴν τῶν εἰρημένων ἀκοήν, τὸν σώφρονα συνάγει λογισμόν, καὶ τὸ στερρὸν τοῦ τρόπου τῇ συμφύῳ φιλανθρωπίᾳ κερασάμενος ἐπὶ τὴν ἄμυναν τῶν καταπονουμένων ὲ́σπευδεν, κρίνας δεῖν εἶναι εὐσεβὲς καὶ ὅσιον ἐκποδὼν ἕνα ποιησάμενον τὸ πλεῖστον τῶν ἀνθρώπων διασώσασθαι γένος· πολλῇ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν μηθὲν γίγνεσθαι πλέον , τῆς τῶν κακῶν ἐπιτηδεύσεως μηδαμῶς ἀπαλλαττομένῳ ἐπαύξοντι ἐπαύξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρἱων λύτταν, τοῖς δὲ ὑπ’ αὐτοῦ κεκακωμένοις μηδεμίαν σωτηρίας ἐλπίδα λείπεσθαι. ταῦτ' ἐννοήσας βασιλεὺς ἀνυπερθέτως δεξιὰν ορέγειν σωτήριον τοῖς εἰς ἔσχατα κακῶν ἐληλακόσιν ὡρμᾶτο. τῆς μὲν οὐν στρατιωτικῆς ἐξοπλίσεως τὴν συνήθη παρασκευὴν ἐποιεῖτο, ἤθροιστό τε αὐτῷ πᾶσα φάλαγξ πεζοῦ τε καὶ ἱππικοῦ τάγματος, ἡγεῖτο δ’ ἐπὶ πάντων τὰ τῆς ἐπὶ τὸν θεὸν ἀγαθῆς ἐλπίδος διὰ τοῦ προλεχθέντος σημείου σύμβολα.
[*](1 ὑπέβαλλον, das zweite λ nachher + 3 Ι 2 τε Hist. Eccl., δὲ HSS Ι 6 φρικτοτέραν WiL, φρικτοτάτην HSS, vgl. S. 13,23, Mart. Pal. IX, 11 Ι βορρὰν VMB, in J ein Buchst, ausradiert vor ρ Ι 7 οὖν V, δὴ JMBA Ι σμικρῶ VMB, μικρῶ JA Ι 10 Wortfolge τὸν τρόπον τῷ τυρ. MBA | κατὰ < ΜΒΑ Ι πάντων VJ, τούτων MBA] δνακινεῖ MB Ι 11 ἐβάλλετο JMBA, Hist. Eccl., ἀνεβάλλετο V Ι τε < V Ι 12 εἰ μὴ VA, ἤδη μὴ MB, εἰ δὴ μὴ, aber ει auf Ras. u. der Accent über δὴ nachher ügt J, εἰ μὴ Hist, Eccl. Ι 16 ὃς] ὡς V Ι οὐκέτ’] οὐκ ἔστιν V Ι ἀνεκτικὴν VJ, ἀνεκτὸν MBA Ι 17 τῶ στερρῶ V Ι 19 δεῖν VJA, δεῖ < Hkl Ι 20 πολλῶ μόνῃ Hist, Eccl., WiL Ι 21 lieber αὐτοῦ χρωμένου καὶ ἐλεοῦντος Val. Ι οὐ V, Hist, Eccl., < 22 τῶ VA, τὸ JMB Ι γίγνεσθαι V, γίνεσθαι JMBA | 23 τὴν τῶν κατὰ τῶν (so) V 24 δὲ + Hist, Eccl. Ι αὐτῶ V Ι 25 ὁ βασιλ. JMBA Ι 27 τῆς hier beginnt Cap. δ in V Ι 28 τε] γε MB Ι 29 δ’ ἐπὶ HSS, δὲ vgl. 8.42, 7 Ι 80 διὰ — σημεἰου <)Εὐχῶν δ' εἰ καί ποτε νῦν αὐτῶ δεῖσθαι καλῶς ἐπιστάμενος τοὺς τοῦ θεοῦ ἱεράρχας ἐπήγετο, συνεῖναι τ' αὐτῷ καὶ παρεῖναι ὥσπερ τινὰς ψυχῆς ἀγαθοὺς φύλακας τούτους δεῖν ἡγούμενος. ἔνθεν εἰκότως ἡ τὴν τυραννίδα προβεβλημένος, πυθόμενος Κωνσταντίνῳ τὰς τὰς ἐχθρῶν νίκας μηδ’ ἄλλως ἢ τοῦ θεοῦ συμπράττοντος πορίζεσθαι, συνεῖναί τ' αὐτῷ καὶ παρεῖναι διὰ παντὸς τοὺς εἐρημένους, καὶ τό γε τοῦ σωτηρίου πάθους σύμβολον αὐτοῦ τε καὶ τοῦ παντὸς καθηγήσασθαι στρατοῦ, ταῦτα μὲν γέλωτος ἄξια ὑπελάμβανεν εἶναι, χλευάζων ἄμα καὶ βλασφήμοις αὐτὰ διασύρων πόλοις, αὐτός τε θεοπρόπους καὶ μάντεις Αἰγυπτίων φαρμακεῖς καὶ γόητας θύτας τε καὶ προφήτας ὦν ἡγεῖτο θεῶν περὶ ἑαυτὸν ἐποίει, κἄπειτα θυσίαις οὓς δὴ ᾤετο θεοὺς μειλισσόμενος, διηρώτα ὅπη αὐτῷ τὰ τῆς ἐκβάσεως τοῦ πολέμου χωρήσειεν. οἱ δ’ ἀμελλήτως ἑδρῶν νικητὴν ἔσεσθαι καὶ πολέμου κρατήσειν συμφώνως αὐτῷ μαντείαις μακραῖς ἐπῶν τε καλλιεπείαις τῶν ἁπανταχοῦ χρηστηρίων προίσχοντο, οἰωνοπόλοι δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως σημαίνεσθαι αὐτῷ καὶ αἴσια προὔλεγον, καὶ θυται τὰ ὅμοια τὴν τῶν σπλάγχνων αἰνίττεσθαι κίνησιν ἐδήλουν. ἐπαρθεὶς δῆτα ταῖς τούτων ἀπατηλαῖς ἐπαγγελίαις σὺν πολλῷ θράσει προῄει ταῖς βασιλέως παρεμβολαῖς, ὡς οἷός τε ἠν, αρατάττεσθαι.