Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ταῦτα μὲν οὖν καὶ τούτοις ἀδελφὰ μυρία φίλα ἦν πράττειν Βασιλεῖ καὶ ἄλλοτε. κἀπὶ τοῦ παρόντος δὲ συνήθως πρὸ τῆς μάχης ἐφ' ἑαυτῷ σκηνοποιούμενος ταῖς πρὸς τὸν θεὸν εὐχαῖς τὴν σχολὴν ἀνετίθει, ῥᾳστώνης μὲν ἁπάσης καὶ τρυφηλῆς διαίτης ἀλλοτριούμενος ἀσιτίαις δὲ καὶ κακώσει τοῦ σώματος πιέζων ἑαυτόν ταύτῃ τε τὸν θεὸν ἱκετηρίοις λιταῖς ἱλεούμενος, ὡς ἂν δεξιὸν αὐτὸν καὶ βοηθὸν ἔχοι πράττοι τε ταῦτα ἅπερ αὐτῷ θεὸς ἐμβάλλοι τῇ διανοίᾳ. ἀλλ΄ ὁ μὲν ἄυπνον ἐποιεῖτο τὴν ὑπὲρ τῶν κοινῶν φροντίδα, οὐ μᾶλλον τῶν οἰκείων ἢ τῆς τῶν πολεμίων ὑπερευχόμενος σωτηρίας.

Ἐπεὶ δ' ὁ μικρῷ πρόσθεν φυγὰς εἰρωνείᾳ καθυπεκρίνετο φιλικὰς αὖθις ἀντιβολῶν σπείσασθαι δεξιάς, καὶ ταύτας αὐτῷ παρέχειν ἠξίου, ἐπὶ συνθηκῶν ὅροις βιωφελῶς καὶ τῷ παντὶ λυσιτελῶς προτεινομένας. ταῖς μὲν οὐν συνθήκαις προθύμως ὑπακούειν ὁ δηλωθεὶς ὑπεκρίνετο ὅρκοις βεβαιῶν τὴν πίοσιν, λαθραίαν δὲ αὐθις ὁπλιτῶν συνῆγεν παρασκευὴν καὶ πάλιν πολέμου καὶ μάχης κατῆρχεν βαρβάρους τ' ἄνδρας ἀνεκαλεῖτο συμμάχους, θεούς τε ζητῶν περιῄει ἑτέρους, ὡς ἂν ἐπὶ τοῖς προτέροις ἠπατημένος. καὶ τῶν αὐτῷ πρὸ μικροῦ περὶ θεῶν ὁμιληθέντων οὐδεμίαν ἐν νῷ κατεβάλλετο μνήμην, οὐδὲ τὸν ὑπέρμαχον Κωνσταντίνου γνωρίζειν θεὸν ἤθελε, πλεiους δ' αὐτῷ καὶ καινότεροι γελοίως ἀνεζητοῦντο.

Εἲτα ἔργῳ μαθὼν ὁπόση τις ἦν θεικὴ καὶ ἀπόρρητος ἐν τῷ σωτηρίῳ τροπαίῳ δύναμις, δι' ἦς ὁ Κωνοταντίνου κρατεῖν ἔμαθε στρατός, τοῖς ἀμφ' αὐτὸν ὁπλίταις παρῄνει μηδαμῶς ἐξ ἐναντίας ἰέναι τούτῳ μηδ’ ὡς ἔτυχεν ἀπεριβλέπτως όρᾶν επ' αὐτῷ· δενὸν γὰρ εἶναι ἰσχύι αὐτῷ τε ἐχθρὸν καὶ πολέμιον, διὸ χρῆναι φυλάττεσθαι τὴν πρὸς αὐτὸ συμβολήν. καὶ δὴ ταῦτα συνταξάμενος, τῷ διὰ φιλανθρωπίαν ὀκνοῦντι καὶ τὸν κατ' αὐτοῦ θάνατον ἀναβαλλομένῳ μἐνω̣ μάχῃ συμβαλεῖν ὡρμᾶτο. οἵδε μὲν οὖν πολυπληθείᾳ θεῶν θαρροῦντες σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀφύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ’ εὐσεβείας θώρακι περιπεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν

[*](28 πολυπλ. — 48, 1 : ähr dasselbe Laus Const. IX, 8. — 30 vgl. Hom. Od. 11,470. — 31 vgl. Ephes. 014.)[*](2 Wortfolge ἐφ' ἑαυτῶ πρὸ τῆς μάχης JMBA | 6 ἱκετηρίαις MBA Ι καὶ + vor λιταῖς JA Ι 7 αὐτῷ θεὸς ∾ A Ι ἐμβάλοι V, das zweite λ ausradiert in A Ι S ἀλλ' ὁ μὲν HSS, ἁπλῶς τ' Hkl Ι 10 μακρῷ MB | 12 ὅροις VA, ὥραις JMB 15 Ι 14 ὑπεκρίνετο ὑπεκορίζετο JMBA Ι 18 κατεβάλετο VJ, κατεβάλλετο MBA, vgl. S. 34, 4 Ι 19 γνωρίζειν θέον ∾ MBA Ι 21 nach θεικὴ + δύναμις, nicht nach τροπαίῳ A Ι καὶ ~ Α Ι 22 Wortfolge ἔμαθε στρατὸς κρατεῖν JMBA Ι 24 μηδ'—αὐτῶ < V σκέπτως A Ι 30 καμόντων V, θανόντων JMBA.)
v.1.p.48.

ἐναντίων παρέταττεν. καὶ τέως μὲν ἐπεῖχε φειδοῖ χρώμενος τὰ πρῶτα, ὡς ἂν μὴ πρότερος κατάρχοι τοῦ πολἐμου ὡν πεποίητο συνθηκῶν εἵνεκα,