Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ὡς εἴνεκα καὶ τοῦτον οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δικαιοκρισία μετᾐει, ὅτε δαιμόνων ἐλπί- σιν, ὧν δὴ ᾤετο θεῶν, ὁπλιτῶν τε μυριάσιν ἀναρίθμοις ἐπιθαρσήσας πολέμῳ παρετάττετο. τηνικαῦτα γὰρ γυμνωθεὶς τῆς ἐκ θεοῦ ἐλπίδος ὑπεκδύεται τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς τε καὶ ἀνάνδρως ὑποδὺς τὸ πλῆθος δρασμῷ τὴν σωτηρίαν ἐπινοεῖ, κἄπειτα κρυπταζόμενος ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας ἐν οἰκέτου σχήματι διαλανθάνειν ᾤετο. ἀλλ' οὐχὶ καὶ τὸν μέγαν καὶ τῆς καθόλου προνοίας διαδέδρακεν ὁφθαλμόν. ὡς γὰρ ἐν ἀσφαλεῖ λοιπὸν κεῖσθαι αὐτῷ τὴν ξωὴν ἤλπισε, βέλει θεοῦ πεπυρωμένῳ πληγὶς πρηνὴς ἔκειτο, θεηλάτῳ πυρὶ τὸ πᾶν δαπανώμενος σῶμα, ὡς τὸ πᾶν εἶδος αὐτῷ τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν όστέων καὶ] κατεσκελετευμένων νων δίκην εἰδώλων περιλειφθέντων αὐτῷ μόνων. LIX. Σφοδροτέρας δὲ τῆς τοῦ θεοῦ πληγῆς ἐνταθείσης προπηδῶσιν αὐτῷ τὰ ὄμματα, τῆς τε οἰκείας λήξεως ἐκπεσόντα πηρὸν αὐτὸν ἀφίησιν, ἃ κατὰ τῶν τοῦ Μοῦ μαρτύρων πρῶτος ἐφεῦρε κολαστήρια, ταῦθ' ὑπομείναντα δικαιοτάτῃ τοῦ θεοῦ ψήφῳ. καὶ δὴ ἔτ' ἐμπνέων ἐπὶ τοῖς τοσούτοις ὁψέ ποτε καὶ οὗτος τῷ Χριστιανῶν ἀνθωμο θεῷ καὶ τὰς οἰκείας ἐξηγόρευε θεομαχίας, παλινῳδίας τε συνέταττεν ὁμοίως τῷ προτέρῳ καὶ αὐτός, νόμοις καὶ διατάγμασιν ἐγγράφως τὴν οὐκείαν περὶ οὓς ᾤετο θεοὺς πλάνην ὁμολογῶν, μόνον τε τὸν Χριστιανῶν αὐτῇ πείρᾳ θεὸν ἐγνωκέναι μαρτυρόμενος. ταῦτ' ἔργοις μαθὼν ὁ Δικίνιος ἀλλ' οὐ παρ' ἐτέροις ἀκοῇ πυθόμενος τοῖς αὐτοῖς ἐπεφύετο, ὥσπερ τινὶ σκοτομήνῃ τὴν διάνοιαν ἐγακλυπτόμενος.

[*](1-28: vgl. Euseb. H.E. IX, 16.)[*](1 γὰρ V, γοῦν JMBA Ι 2 θαλάσσης V, θαλάττης JMBA 6 ἀχριούμενα MB 7 τοῦ- τον JA, τούτων V, τοῖς MB Ι 8 lieber μακρὸν Ι ἐλπίσιν BSS, πλήθεσιν Hkl, vgl. 47,28 Ι 0 ἀναρίθμοις V, ἀναριθμήτοις JMBA Ι ἐπιθαρσήσας V, ἐπιθαρρήσας JMBA Ι 14 ὤχετο MB Ι 15 ὀφθαλμὸν ΜΒ Ι ὡς hier neues Cap. ξ) in V Ι 17 πυρὶ V, Hisfc. Eccl., πληγῇ JMBA Ι 17 αὐτῶ VJ, αὐτοῦ MBA Ι 18 καὶ < Hkl Ι κατεσκηλιτευμένων κατεσλετευμένων, aber κε über σλ J, κατεσλευτευμένων MB, in Μ σ aus χ, κατεσκελετευμένων A Ι 19 περιληφθέντων V Ι 20 αὐτῶ VJ, αὐτοῦ MBA Ι 21 οἰκείας < J Ι 22 ταῦτ’ J Ι 23 τοῦ θεοῦ V, < JMBA Ι 26 ἐγγράφοις J Ι 27 ὤετο V, ἔθετο JMBA Ι τε V, δὲ JMBA Ι 28 μαρτυρόμενος JA, μαρτυρούμενος VMB Ι 29 λικλίννιος JA, λικήνιος B Ι οὐ παρ’ ἑτέροις ἀκοῆ V, οὐκ ἀκοῆ παρ' ἑτέρων JMBA Ι Nach dem Ende des Buches: λόγος α in V.)