Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Τοιαῦται Δικινίου αἱ διατάξεις. τί δὲ χρὴ τὰς περὶ γάμων αὐτοῦ καινοτομίας άπαριθεῖσθαι ἢ τοὺς ἐπὶ τοῖς τὸν βίον μεταλλάττουσιν νεωτερισμούς· δἰ ὡν τοὺς παλαιοὺς Ῥωμαίων εὖ καὶ σοφῶς κειμένους νόμους περιγράφαι τολμήσας βαρβάρους τινὰς καὶ ἀνημέρους ἀντεισῆγεν, καήφεις ἐπινοῶν μυρίας κατὰ τῶν ὑπηκόων; ἔνθεν ἀναμετρήσεις ἐπενόει γῆς, ὡς ἂν πλείονα τῷ μέτρῳ λογίςοτο τὴν ἐλαχίστην, δἰ ἀπληστίαν περιττῶν εἰσπράξεων. ἔνθεν τῶν κατ’ ἀγροὺς μηκέτι ὄντων ἀνθρώτων πρόπαλαι δ' έν νεκροῖς κειμένων ἀναγραφὰς ἐποιεῖτο, αἰσ·χρὸν αὐτῷ κέρδος ἐκ τούτου ποριζόμενος. οὐ γὰρ εἶχεν αὐτῷ μέτρον ἡ μικρολογία οὐδ’ ἡ ἀπληστία κόρῳ περιωρίζετο. διὸ δὴ πάντας πληρώσας θησαυροὺς χρυσοῦ καὶ ἀργύρου χρημάτων τ' ἀπείρῳ πλήθει στένων ἀπωδύρετο πτωχείαν, Τανταλείῳ πάθει τὴν ψυχὴν τρυχόμενος. οἵας δ' ἐφεῦρε κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπερορίους τιμωρίας, οἴας ὑπαρχόντων δημεύσεις, οἴας εὐπαταριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγωγάς, ὡν τὰς κουριδίας γαμετὰς μιαροῖς οἰκέταις ἐφ' ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δ’ αὐτός, καίπερ ἤδη γἠρᾳ τὸ σῶμα πεπαλαιωμένος, γυναιξὶν ὑπάνδροις παρθένοις τε κόραις ἐπεχείρει, οὐ δὴ ταῦτα χρεὼν μηκύνειν, τῆς τῶν ἐσχάτων αὐτοῦ πράξεων ὑπερβολῆς σμικρὰ τὰ πρῶτα καὶ τὸ μηθὲν ἀποδειξάσης.
Τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας κατὰ τῶν ἐκκλησιῶν ὼπλίζετο, ἐπί τε τοὺς ἐπισκόπους ἐχώρει, οὓς ἂν μάλιστα ἐναντιουμέ-
[*](1–31: mit ähnlichen Worten Euseb. H.E. Χ, 8, 14.)[*](4 πρὸς JA, Hist. Eccl., πρὸ VMB1 Ι 6 ἀνήμερον Hkl, vgl. 40, 14, ἥμερον V. Hist. Eccl., < JMBA Ι 7 δεσμοῖς — καταπον. V, Hist. Eccl., < JMBA Ι φύλακες V 8 τιμωρίαν VA, aber das Compend. av auf Ras. in A, τιμωρίας JMB Ι 10 τοῦ Δικιννίου J Ι 11 τοὺς] τοῖς MB Ι τοῖς Hist. Eccl., τοιούτοις JMBA, τούτοις V Ι 12 νεωτετισμοῖς MB 14 14 ἀντεισήγαγεν V, ἀντεισῆγε JMBA; ἀντεισῆγεν Hist. Eccl. Ι ἔνθεν — εἰσπράξεων < V Ι 15 τῷ μέτρῳ — ἐλαχίστην ändlich Wil., ob πλεονεκτοῦντι μέτρῳ? ΗΚ1 | 20 πάντα J | θησαυροὺς JMBA Ι 21 ἀπείρω v- JMBA Ι ἀπωδύρετο JMBA, ἀπωδύρατο V | 23 ὑπερορίους, ους auf Ras.J Ι 24 γαμετὰς VJ, Hist. Eccl., < MBA Ι 28 πράξεων < J. Eusebius I.)νους ἑώρα καὶ ἐχθροὺς ἡγεῖτο τοὺς τῷ θεοφιλεῖ καὶ μεγάλῳ βασιλεῖ φίλους. διὸ δὴ μάλιστα καθ’ ἡμῶν τὸν θυμὸν ὠξύνετο, τοῦ σώφρονος παρατραπεὶς λογισμοῦ διαρρήδην τε μανεὶς τὰς φρένας, ουτε τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων ὲν νῷ κατεβάλλετο, οὔθ' ὡν αὐτὸς ὁλετὴρ καὶ τιμωρὸς δἰ ἃς μετῆλθον ἀσεβείας κατέστη, οὔθ’ ὦν αὐτόπτης γέγονεν, αὐτοῖς παραλαβὼν ὅμμασι τὸν πρωτοστάτην τῶν κακῶν, ὅστις πότε ἡν ἐκεῖνος, θεηλάτῳ μάστιγι πληγέντα.
Ἐπειδὴ γὰρ τῆς τῶν ἐκκλησιῶν κατήρχετο πολιορκίας οὑτος πρῶτός τε τὴν ἐαυτοῦ ψυχὴν δικαίων καὶ θεοσεβῶν ἐνέφυρεν αἴμασι, θεόπεμπτος αὐτὸν μετήρχετο τιμωρία ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα. ἀθρόα μὲν γὰρ αὐτῷ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται, εἶθ' ἕλκος ἐν βάθει συριγγῶδες, καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτω σπλάγχνων, ἀφ' ὡν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν θανατώδη τε ὀδμὴν ἀποπνεῖν, τοῦ παντὸς ὄγκου τῶν σαρκῶν ἐκ πολυτροφίας εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἢν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν φασι. καὶ δὴ τοσούτοις παλαίων κακοῖς όψέ ποτε συναίσθησιν τῶν κατὰ τῆς ἐκκλησίας τετολμημένων αὐτῷ λαμβάνει, βάνει, κἄπειτα τῷ θεῷ ἐξομολογησάμενος τὸν κατὰ τῶν Χριστιανῶν ἀποπαύει διωγμόν, νόμοις τε καὶ διατάγμασι βασιλικοῖς τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχει, τά τε συνήθη πράττειν αὐτοὺς εὐχὰς ὑπὲρ αὐτοῦ ποιουμένους διακελεύεται.