Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Οὕτω δ' ἔχοντι δεκαέτης αὐτῷ τῆς βασιλείας ἠνύετο χρόνος. ἐφ' ᾦ δὴ πανδήμους ἐκτελῶν ἐορτὰς τῷ πάντων βασιλεῖ θεῷ εὐχαρίστους εὐχὰς ὥσπερ τινὰς ἀπύρους καὶ ἀκάπνους θυσίας ἀνεπέμ- πετο. ἀλλ’ ἐπὶ μὲν τούτοις χαίρων διετέλει, οὐ μὴν καὶ ἐφ' οἷς ἀκοῇ περὶ τῶν κατὰ τὴν ἑᾠαν τρυχομένων ἐθνῶν ἐπυνθάνετο.

Δεινὸς γάρ τις αὐτῷ κάνταῦθα τῇ τ' ἐκκλησία τοῦ θεοῦ τοῖς τε λοιποῖς ἐπαρχιώταις ἐφεδρεύειν ἀπηγγέλλετο θήρ, τοῦ πονηροῦ δαίμονος ὥσπερ ἁμιλλωμένου τοῖς παρὰ τῷ θεοφιλεῖ πραττομένοις τἀναντία κατεργάζεσθαι, ὡς δοκεῖν τὴν σύμπασαν ὑπὸ Ῥωμαίοις ἀρχὴν δυσὶ τμήμασιν ἀπολφθεῖσαν ἐοικέναι νυκτὶ καὶ ἡμέρᾳ, σκότους μὲν τοῖς τὴν ἐᾠαν λαχοῦσιν ἐπιπολάζοντος ἡμέρας δὲ τηλαυγεστάτης τοῖς τῆς θατέρας μοίρας οἰκήτορσι καταλαμπούσης·

οἷς μυ- ρίων ἀγαθῶν ἐκ θεοῦ πρυτανευομένων, οὐκ ἠν τῷ μισολάλῳ φθόνῳ φορητὴ ἡ τῶν γινομένων θέα, ὥσπερ οὖν οὐδὲ τῷ θάτερον μέρος τῆς οἰκουμένης καταπονοῦντι τυράννῳ, ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῶ Κωνσταντίνου τε τοσούτου βασιλέως ἐπιγαμβρίας ἠξιωμένος, μιμήσεως μὲν τοῦ θεοφιλοῦς ἀπελιμπάνετο τῆς δὲ τῶν δυσσεβῶν προαιρέσεως ἐζήλου τὴν κακοτροπίαν, καὶ ὡν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ ταῖς τοῦ κρείττονος φιλικαῖς δεξιαῖς ἐπειρᾶτο.

Πόλεμον δ' οὖν ἄσπονδον πρὸς τὸν εὐεργέτην εὐεργέτην οὐ φιλικῶν νόμων φεισάμενος, οὐχ ὁρκωμοσιῶν οὐ συγγενείας οὐ συν- [*](22—S. 31, 20: ungefähr dasselbe Euseb. H.E. Χ, 8, 8.) [*](4 δυνατόν < Hkl Ι 7 αὐτῶ V, αὐτὸν JMBA. Ι διατελῶντας V Ι ἐώρα βίον ~ JMBA | 8 εὐφραινόμενος J Ι 15 τῆς τ’ ἐκκλησίας V, über τῆς steht τοῖς von V2 18 in δοκεῖν steht ν auf Ras. J Ι τὴν σύμπασαν V, τοῖς σὐμπασι τὴν JMBA Ι 19 ἀπολειφθῆναι V1, εισαν über der Zeile V2, ἀπολειφθεῖσαν J Ι 21 οἷς] εἰς V Ι 23 τῷ] τὸ V Ι 24 τῆς ἀρχῆς αὐτῶ ~ J Ι 28 ἔσεσθαι V1, π über das erste σ von V2 Ι 31 φεισάμενος < JMBA.)

v.1.p.31.
θηκῶν μνήμην ἐν διανοίᾳ λαβών. ὁ μὲν γὰρ φιλανθρωπότατος εὐνοίας αὐτῷ παρέχων άληθοῦς σύμβολα, τῆς ἐκ πατέρων συγγενείας βασιλικοῦ τ' ἀνέκαθεν αἴματος κοινωνὸν γενέσθαι ἡξίου γἀμῳ τὴν ἀδελφὴν συνάψας, τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς τῶν τὴν ἑῴαν λαχόντων παρεῖχε τὴν ἐξουσίαν, ὁ δὲ τούτοις τἀναντία γινώσκων παντοίας κατὰ τοῦ κρείττονος μηχανὰς συνεσκευάζετο ἄλλοτ ἄλλους ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. καὶ τὰ μὲν πρῶτα φιλίαν ὐποκοριζόμενος δόλῳ καὶ ἀπάτῃ πάντ' ἔπραττεν, ἐφ' οἷς ἐτόλμα λήσεσθαι ἐλπίζων, τῷ δὲ ἄρα θεὸς τὰς ἐν σκότῳ μηχανωμένας ἐπιβουλὰς καταφώρους ἐποίει. ὁ δ' ὡς ἐπὶ τοῖς πρώτοις ἠλίσκετο, ἐπὶ δευτέρας ἀπάτας ἐχώρει, νῦν μὲν φιλικὰς προτείνων δεξιὰς νῦν δὲ συνθήκας ὁρκωμοσίοις πιστούμενος. εἶτ' ἀθρόως ἀθετῶν τὰ δεδογμένα, καὶ αὖθις ἀντιβολῶν διà πρεσβείας, καὶ πάλιν ἀσχημονῶν ταῖς ψευδολογίαις, τέλος προφανῆ πόλεμον ἀνακηρύττει, ἀπονοίᾳ τε λογισμοῦ κατ' αὐτοῦ λοιπὸν τοῦ θεοῦ ὅν ἠπίστατο σέβειν τὸν βασιλέα παρατάττεσθαι ὡρμᾶτο.