Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Κοινῶς μὲν οὖν πρὸς ἅπαντας ἦν τοιοῦτος. ἐξίρετον δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὴν παρ' αὐτοῦ νέμων φροντίδα, διαφερομένων τινῶν πρὸς ἀλλήλους κατὰ διαφόρους χώρας, οἷά τις κοινὸς ἐπίσκοπος ἐκ θεοῦ καθεσταμένος συνόδους τῶν τοῦ θεοῦ λειτουργῶν συνεκρότει. ἐν μέσῃ δὲ τῇ τούτων διατριβῇ οὐκ ἀπαξιῶν παρεῖναί τε καὶ συνιζάνειν κοινωνὸς τῶν ἐπισκοπουμένων ἐγίνετο, τὰ τῆς εἰρήνης τοῦ θεοῦ βραβεύων τοῖς πᾶσι, καθῆστό τε καὶ μέσος ὡσεὶ καὶ τῶν πολλῶν εἶς, δορυφόρους μὲν καὶ ὸπλίτας καὶ πὰν τὸ σωματοφυλάκων γένος ἀποσεισάμενος, τῷ δὲ τοῦ θεοῦ φόβῳ κατημφιεσμένος τῶν τε πιστῶν ἑταίρων τοῖς εὐνουστάτοις περιεστοιχισμένος. εἶθ' ὅσους μὲν ἐώρα τῇ κρείττονι γνώμῃ πειθηνίους πρὸς εὐσταθῆ τε καὶ ὁμογνώμονα παρεσκευασμένους τρόπον εὖ μάλα τούτους ἀπεδέχετο, χαίροντα δεικνὺς ἐαυτὸν τῇ κοινῇ πάντων ὁμονοίᾳ, τοὺς δ' ἀπειθῶς ἔχοντας ἀπεστρέφετο.
Ἤδη δέ τινας καὶ κατ’ αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρέμα καὶ πρείᾳ φωνῇ σωφρονεῖν ἀλλὰ μὴ στασιάζειν καὶ τούτοις ἐγκελευσάμενος. τούτων δ' οἱ μὲν ἀπηλλάττοντο καταιδούμενοι τὰς παραινέσεις, τοὺς δ' ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας [*](4 ἐπεμέλετο V, ἐπεμελεῖτο JMBA Ι χειρῶν MB, B2 über der Zeile η Ι 5 γάμοις V, γάμω JMBA Ι 7 ὀρφνωθείσας V, ὀρφανισθείσας JMBA Ι 9 ἀφθόνων V Ι 10 καὶ < V Ι 13 ἁπλῶς Wil., τ' ἄλλως HSS, in V das zweite λ über der Ζ. Ι 14 αὐτῷ < MBA Ι 15 ἐπικούρας, ι über der Zeile, V Ι 17 κοινὸς VJ, κοινῶς MBA Ι 20 κατεσταμένος J, καθεσταμμένος Μ | 23 καὶ < vor μέσος Ηκ1 | 26 τοὺς εὐνουστάτους V 31 Ἤδη nicht neues Cap. in VMBA Ι 32 ἠρέμα V, ἠρεμαία JMBA Ι καὶ τούτους ἐγκελευσάμενος V, τούτοις ἐγκελευόμενος JMBA)