Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἦν δὲ τοιῷ δε σχήματι κατεσκευασμένον. ἡψηλὸν δόρυ χρυσῷ κατημφιεσμένον κέρας εἶχεν ἐγκάρσιον σταυροῦ σχήματι πεποιημένον, ἄνω δὲ πρὸς ἄκρῳ τοῦ αντὸς στέφανος ἐκ λίθων πολυ- [*](16 ff: vgl. Socr. Hist. Eccl. I, 2 (7), Sozom. Hist. Eccl. I, 3; sehr frei benutzt von Gelas. Cyzie. I, 4.) [*](2 ματαιίζειν V, so Wil.| 6 χεῖρα δεξιὰν VJ, χεῖρα < ΜΒΑ, so Wil.; vgl. Laus C. X, 7| 8 θεοσημεία VJMB, θεοσημία Α| 9 ἂν + Hkl| 17 συνῆφθαι λέγουσαν] συνηφθεῖσαν Hkl| τούτω, ω auf Ras. J| 18 δ' VA, τ' JMB| 19 τοῦ < J| vielleicht θεωρὸς Hkl| 27 δημιουργοῖς, aber υ über ι, V| 29 διακελεύεται, aber ε u. o über der Zeile, J| 30 αὐτὸς — ἠξίωσεν ΜΒΑ| 31 ὑψηλὸν hier beginnt das neue Cap. in V| 32 σταυροῦ — πεποιημένον < Hkl.)

v.1.p.22.
τελῶν καὶ χρυσοῦ συμπεπλεγμένος κατεστήρικτο, καθ’ οὗ τῆς σωτηρίου ἐπηγορίας τὸ σύμβολον, δύο στοιχεῖα τὸ Χριστοῦ παραδηλοῦντα ὄνομα διὰ τῶν πρώτων ὑπεσήμαινον χαρακτήρων], χιαζομένου τοῦ ῥῶ κατὰ τὸ μεσταίτατον. ἃ δὴ καὶ κατὰ τοῦ κράνους φέρειν εἴωθε κἀν τοῖς μετὰ ταῦτα χρόνοις ὸ βασιλεύς. τοῦ δὲ πλαγίου κέρως τοῦ κατὰ τὸ δόρυ πεπαρμένου ὀθόνη τις ἐκκρεμὴς ἀπῃώρητο, βασθκὸν ὕφασμα ποικιλίᾳ συνημμένων πολυτελῶν λίθων φωτὸς αὐγαῖς ἐξαστραπτόντων καλυπτόμενον σὺν πολλῷ τε καθυφασμέυνον χρυσῷ, χρυσῷ, τι χρῆμα τοῖς ὁρῶσι παρέχον τοῦ κάλλους. τοῦτο μὲν οὖν τὸ φᾶρος τοῦ κέρως ἐξημμένον σύμμετρον μήκους τε καὶ πλάτους περιγραφὴν ἀπελάμβανε. τὸ δ' ὄρθιον δόρυ. τῆς κάτω ἀρχῆς ἐπὶ πολὺ μηκυνόμενον ἄνω μετέωρον, ὑπὸ τῷ τοῦ σταυροῦ τροπαίῳ πρὸς αὐτοῖς ἄκροις τοῦ διαγραφέντος ὑφάσματος τὴν τοῦ θεοφιλοῦς βασιλέως εἰκόνα χρυσῆν μέχρι στέρνων τῶν τ αὐτοῦ παίδων ὁμοίως ἔφερεν. τούτῳ μὲν οὐν τῷ σωτηρίῳ σημείῳ πάσης ἀντικειμένης καὶ πολεμίας δυνάμεως ἀμυντηρἰῳ διὰ παντὸς ἐχρῆτο βασιλεύς, τῶν τε στρατοπέδων ἁπάντων ἡμεῖσθαι τὰ τούτου ομοιωματα προσέταττεν.

Ἀλλὰ ταῦτα σμικρὸν ὕστερον. κατὰ δὲ τὸν δηλωθέντα χρόνον τὴν παράδοξον καταπλαγεὶς ὄψιν, οὑδ' ἓτερον θεῶν ἢ τὸν ὀφθέντα δοκιμάσας σέβειν τοὺς τῶν αὐτοῦ λόγων μύστας ἀνεκαλεῖτο, καὶ τίς εἴη θεὸς ἡρώτα ἠρώτα τίς τε ὁ τῆς ὀφθείσης ὄψεως τοῦ σημείου λόγος. οἱ δὲ τὸν μὲν εἶναι θεὸν ἔφασαν θεοῦ τοῦ ἑνὸς καὶ μόνου μονογενῆ παῖδα, τὸ δὲ σημεῖον τὸ φανὲν σύμβολον μὲν ἀθανασίας εἶναι τρόπαιον δ' ὑπάρχειν τῆς κατὰ τοῦ θανάτου νίκης, ἣν ἐποιήσατό ποτε παρελθὼν ἐπὶ γῆς, ἐδίδασκόν τε τὰς τῆς παρόδου αἰτίας, τὸν ἀκριβῆ λόγον αὐτῷ τῆς κατ' ἀνθρώπους οἰκονομίας ὑπο τιθέμενοι. ὁ δὲ καὶ τούτοις μὲν ἐμαθητεύετο τοῖς λόγοις, θαῦμα δ εἶχε τῆς ὀφθαλμοῖς αὐτῷ παραδοθείσης θεοφανείας, συμβάλλων τε τὴν οὐράνιον ὄψιν τῇ τῶν λεγομένων ἐρμηνείᾳ τὴν διάνοιαν ἐστη- ρίζετο, δεοδίδακτον αὐτῷ τὴν τούτων γνῶσιν παρεἶναι πειθόμενος. καὶ αὐτὸς δ' ἤδη τοῖς ἐνθέοις ἀναγνώσμασι προσέχειν ἡξίου. καὶ δὴ τοὺς τοῦ θεοῦ ἱερέας παρέδρους αὐτῶ ποιησάμενος τὸν ὀφθέντα θεὸν πάσαις δεῖν ὥετο θεραπείαις τιμᾶν. κἄπειτα φραξάμενος ταῖς εἰς [*](3 τοὔνομα V, ὄνομα, ὄ auf Ras., J Ι διὰ — χαρακτήρων < Hkl Ι 4 ῥῶ VMB, ρ oder ρ JA Ι καὶ nur in V Ι 6 τοῦ] τούτω V, τοῦτο, aber το ausradiert, J Ι 8 αὐγὰς Wil. Ι καθυφασμένον MBA Ι 9 παρέχ(ον VMB, παρέχον (aber ο aus ω ändert J, A | 11 ὐπελάμβανε J Ι 13 διαγραφέντος Val., διαγράφοντος HSS Ι 17 τὰ τῶν αὐτόθι συγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν,)

v.1.p.23.
αὐτὸν ἀγαθαῖς ἐλπίσιν ὥρμητο λοιπὸν τοῦ τυραννικοῦ πυρὸς τὴν ἀπειλὴν κατασβέσων.

Καὶ γὰρ δὴ πολὺς ἢν ὁ ταύτῃ προαρπάσας τὴν βασιλεύουσαν πόλιν δυσσεβείαις καὶ ἀνοσιουργίαις ἐγχειρῶν, ὡς μηδὲν τόλμημα παρελθεῖν μιαρᾶς καὶ ἀκαθ ἄρτου πράξεως. διαξευγνύς γέ τοι τῶν ἀνδρῶν τάς κατὰ νόμον γαμετάς, αὐταῖς ἐνυβρίζων αἰσχροτάτως τοῖς ἀνδράσιν ἀπέπεμπεν, καὶ ταῦτ' οὐκ ἀσήμοις οὐδ' ἀφανέσιν, ἀλλ' αὐτοῖς ἐμπαροινῶν τοῖς τὰ πρωτεῖα τῆς Ῥωμαίων συγκλήτου βουλῆς κατέχουσιν. μυρίαις μὲν οὑν ἐλευθέραις γυναιξὶν ἐνυβρίξων αἰσχρῶς, οὐκ εἶχεν ὅπως ἐμπλήσειε τὴν ἀκρατῆ καὶ ἀκόλαστον αὐτοῦ ψυχήν.