Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ταῦτα παρ' ἑαυτῷ διακρίνας εὖ τε λογισάμνενος, ὡς οἱ μὲν πλήθει θεῶν ἐπιθαρσήσαντες καὶ πλείοσιν περιπεπτώκασιν ὀλέθροις, ὡς μηδὲ γένος μὴ φυὴν μὴ ῥίζαν αὐτοῖς, μηδ' ὄνομα μηδὲ μνήμην ἐν ἀνθρώποις ἀπολειφθῆναι, ὁ δὲ πατρῷος αὐτῷ θεὸς τῆς αὐτοῦ δυνάμεως ἐναργῆ καὶ πάμπολλα δείγματα εἴη δεδωκὼς τῷ αὐτοῦ πατρί, ἀλλὰ καὶ τοὺς ἤδη καταστρα΄εύσαντας πρότερον τοῦ τυράννου διασκεψάμενος σὺν πλήθει μὲν θεῶν τὴν παράταξιν πεποιημένους αἰσχρὸν δὲ τέλος ὑπομείνατας· ὁ μὲν γὰρ αὐτῶν σὺν αἰσχύνῃ τῆς συμβολῆς ἄπρακτος ἀνεχώρει, ὁ δὲ καὶ μέσοις αὐτοῖς τοῖς στρατεύμασι κατασφαγεὶς πάρεργον ἐγένετο θανά- [*](4 εἶναι] εἶεν ΜΒ| 9 ἐσπουδασμένας V, σπουδαζομένας JMBA| 10 ὁπλιτῶν VJ, ὁπλίσεων ΜΒΑ| τὴς γὰρ — ἡγεῖτο <ΜΒΑ| 11 τὰ δ' ἐκ VJ, τῆν δ' ἐκ Α, τῆς δ' ἐκ ΜΒ| 12 συνεργείας V, συνεργίας JMB, συνεργίαν Α| εἶναι] εἶχαι Μ u. B undeutlich| ἀήττητα VJ, ἀπαράθραθυστον ΜΒΑ| λέγων < ΜΒΑ| 13 θεῶν V βοηθὸν ἐπιγρ. ΜΒ, ἐπιγρ. βοηθὸν Α, βοηθὸν < VJ| 15 λοιβαῖς τε καὶ < JMBA| 16 καὶ V, τε καὶ JMBA| 17 ἐπαγγ. J| 21 τὸν] τοὺς Μ, Β mit undeutlichem Compendium | 22 εὕρασθαι V, εὑρέσθαι JMBA| 24 ἐπιθαρσ. V, ἐπιθαρρ. JMBA| περιπεπτ. Hkl, ἐπιπεπτ. ΗSS| 25 μὴ φυὴν V, μηδὲ φυὴν JMBA| ὄνομα aus ὤνομα J| 27 πάμπολα ΜΒ, aber ein zweites λ hinzugefügt in B| 28 αὐτοῦ πατρὶ ~ J.)

v.1.p.21.
του· ταὺτ' οὖν πάντα συναγαγὼν τῇ διανοίᾳ, τὸ μὲν περὶ τοὺς μηθὲν ὄντας θεοὺς ματαιάζειν καὶ μετὰ τοσοῦτον ἔλεγχον ἀποπλανᾶσθαι μωρίας ἔργον ὑπελάμβανεν, τὸν δὲ πατρᾠον τιμᾶν μόνον ᾤετο δεῖν θεόν.