Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἤλαυνον μὲν γὰρ ἁπανταχοῦ γῆς τοὺς θεοσεβεῖς ἐξ ἐπιτάγματος τῶν κρατούντων οἱ κατ’ἔθνος ἄρχοντες· ἐξ αὐτῶν δὲ βασιλειων οἴκων ὁρμώμενοι πρώτιστοι πάντων τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας οἱ θεοφιλεῖς διῆλθον μάρτυρες, πῦρ καὶ σίδηρον καὶ θαλάττης βθυοὺς πάντα τε θανάτου τρόπον προθυμότατα διακαρτεροῦντες, ὡς ἐν βραχεῖ τὰ πανταχοῦ βασίλεια θεοσεβῶν χηρεῦσαι ἀνδρῶν· ὅ δὴ καὶ μάλιστα τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐρήμους τοὺς δρῶντας εἰργάζετο. ὁμοῦ γὰρ τῷ τοὺς θεοσεβεῖς ἐλαύνειν καὶ τὰς ὑπὲρ αὐτῶν ἐξεδίωκον εὐχάς.

Μόνῳ δ’ἄρα Κωνσταντίῳ σοφία τις εὐσεβοῦς ὑπεισῄει λογισμοῦ, καὶ πρᾶγμα πράττει παράδοξον μὲν ἀκοῦσαι πρᾶξαι δὲ θαυμασιώτατον, τοῖς γὰρ ὑπ’ αὐτὸν βασιλικοῖς ἅπασιν ἐξ αὐτῶν οἰκείων μέχρι καὶ τῶν ἐπ’ἐξουσίας ἀρχόντων αἱρέσεως προταθείσης, σύθημα δίδωσιν ἤ θύσασι τοῖς δαίμοσι ἐξεῖναι παρ’ αὐτῷ μένειν καὶ τῶνσυνήθων μεταλαγχάνειν τιμῶν, ἤ μὴ τοῦτο πράξασιν τῶν πρὸς ἑαυτὸν ἀποκεκλεῖσθαι παρόδων ἐξωθεῖσθαί τε καὶ ἀποχωρεῖν ἀμφότερα, οἱ μὲν ὡς τούσδε οἱ δ’ ὡς ἐκείνους μεριζόμενοι, ἠλέγχετό τε ὁ τῆς [*](26 ff. vgl. Sozom. H.E. I, 6.) [*](2 φαιδραῖς V 1, οι am Rande V 2 | 3 παρὰ τοῦ] παρ’ αὐτοῦ MA | ἥκοντας < MBA | 5 διακον. — 7 παρεσκ. <ΜΒΑ| διακονίσασθαι V | 6 ἐπιθένας V, ἐπιθέντας J | . . .z . B. κρεῖττονα εἶναι Wil. | 8 δή V, δ’ JMBA|9 ὑπασπισταῖς JMBA|11 ἀποχωρ. V, ὑποψωρ. JMBA|ὑποστέλλεσθαι J | 12 τ’ Hkl, δ’ ΗSS|14 τῆς] τῆ V| 15 ὁσίας V al., αἰσίας ΗSS | περιέχοιεν ἄν J | 16 γὰρ <V | 21 θεοσεβῶν V, 26 αὐτὸν Ηκl, αὐτῶν V, αὐτῶ J, αὐτοῦ ΜΒΑ|ἐξ αὐτῶν οἰκείων <ΜΒΑ| 29 ἑαυτῶν V.)

v.1.p.16.
ἑκάστου προαιρέσεως τρόπος, ἐνταῦθα λοιπὸν ὁ θαυμάσιος τὸ λεληθὸς τοῦ σοφίσματος ἀνακαλύψας τῶν μὲν δειλίαν καὶ φιλαυτίαν κατεγίνωσκε, τοὺς δὲ τῆς πρὸς τὸν θεὸν συνειδήσεως εὖ μάλα ἁπεδέχετο. κἄπειτα τοὺς μὲν ὡσὰν θεοῦ προδότας μηδὲ βασιλέως εἶναι άξίους ἀπέφαινε. πῶς γὰρ ἄν ποτε βασιλεῖ πίστιν πίστιν τοὺς περὶ τὸ κρεῖττον ἁλόντας ἀγνώμονας; διὸ καὶ βασιλικῶν οἴκων μακρὰν ἐλαύνεσθαι δεῖν τούτους ἐνομοθέτει, τοὺς δὲ πρὸς τῆς ἀληθείας μαρτυρηθέντας θεοῦ ἀξίους ὁμοίους καὶ περὶ βασιλέα εἰπὼν ἔσεσθαι, σωματοφύλακας καὶ αὐτῆς βασιλείας φρουροὺς κατέταττεν, ἐν πρώτοις καὶ ἀναγκαίοις φίλων τε καὶ οἰκείων χρῆναι φήσας τοὺς τοιούτους δεῖν περιέπειν καὶ μᾶλλον αὐτοὺς ἢ μεγάλων θησαυρῶν περὶ πολλοῦ τιμᾶσθα.

Άλλ΄ οἱος μὲν ὁ Κωνσταντίνου πατὴρ μνημονεύεται, ὡς ἐν βραχέσι δεδήλωται. ὁποῖον δ’ αὐτῷ τοιῷδε περὶ τὸν θεὸν ἀποδειχθέντι παρηκολούθησε τέλος, καὶ ἐν πόσῳ τὸ διαλλάττον αὐτοῦ τε καὶ τῶν κοινωνῶν τῆς βασιλείας ὁ πρὸς αὐτοῦ τιμηθεὶς θεὸς διέδειξε, μάθοι ἄν τις τῇ τῶν πραγμάτων τὸν νοῦν ἐπιστήσας φύσει. ἐπειδὴ γὰρ βασιλικῆς ἀρετῆς δοκίμια μακρῷ δεδώκει χρόνῳ μόνον μὲν θεὸν ἐπιγνοὺς τὸν ἐπὶ πάντων τῆς δὲ τῶν ἀθέων κατεγνωκὼς πολυθεΐας, εὐχαῖς δ' ἀγίων ἀνδρῶν πάντα τὸν αὐτοῦ περιεφράξατο οἶκον, εὐσταλῆ λοιπὸν καὶ ἀτάραχον τῆς ζωῆς διεξήνυε τὸν βίον, οἷον αὐτὸ δὴ τὸ μακάριον εἶναί φασι τὸ μήτε πράγματα ἔχον μήτε ἄλλῳ παρέχον. οὕτω δῆτα τὸν πάντα τῆς βασιλείας χρόνον εὑσταθῆ καὶ γαληνὸν διακυβερνῶν αὐτοῖς παισὶ καὶ γαμετῇ σὺν οἰκετῶν τῶν θεραπείᾳ πάντα τὸν αὐτοῦ οἶκον ἑνὶ τῷ πάντων βασιλεῖ θεῷ καθιέρου, ὡς μηδὲν ἀποδεῖν ἐκκλησίας θεοῦ τὴν ἔνδον ἐν αὐτοῖς βασιλείοις συγκροτουμένην πληθύν, ᾐ συνῆσαν καὶ λειτουργοὶ θεοῦ, οἳ τὰς ὑπὲρ βασιλέως διηνεκεῖς ἐξετέλουν λατρείας, καὶ ταῦτα παρὰ μόνῳ τῷδε συνετελεῖτο, ὅτε παρὰ τοῖς λοιποῖς οὐδὲ μέχρι ψιλῆς ἑπηγορίας τὸ τῶν θεοσεβῶν χρηατίξειν συνεχωρεῖτο γένος.

[*](22 Epikuros: Κυρίαι δόξαι 1.)[*](2 ἀναακαλύψας V, ἀποκαλύψας JMB A Ι 7 τοὺς ἀληθείας V, aber τῆς über der Zeile V2 Ι 8 ὁμοίως VM Ι 11 δεῖν Special < Hkl Ι δησαυρ. ταμ. ~ JMBA Ι 13 Ἀλλ' hier nicht neues Cap. in V Ι 16 κοινῶν MB, κοινωνῶν, aber ωνῶν mit Cornpendium geschrieben auf Ras., A Ι 17 διέδειξε V, ἔδειξε JMBA Ι 18 ἐπειδὴ hier neues Cap. in VMBA Ι 19 ἐπιγνοὺς V, εἰδὼς J, < MBA Ι 20 εὐχαῖς, ς über der Zeile von V2 Ι τ' V, τε JMBA Ι πάντα < JMBA Ι 21 τὸ λοιπὸν A Ι διεξήνυε τὸν βίον διαπρέψαι JMBA Ι 22 δὴ τὸ V, τὸ δὴ JMBA Ι ἔχον Wil., ἔχειν JMBA, ἔχειν τὸ V Ι μήτ’ ἄλλω J, ἄλλῳ < AB1 Ι 23 παρέχον V, παρέχειν JMBA Ι 24 γαληνὸν Wil., γαλήνιον JMBA, μεγαληγὸν γαλήνειον am Rande V2 Ι διακυβερνῶν V, διανύσας J, < MBA Ι 25 πάν- των των βασιλεῖ V, παμβασιλεῖJ, βασιλεῖ MBA| 28 καὶ ταῦτα — ΜΒΑ Ι παρὰ μόνω πάντα J Ι 29 λοιποῖς VJ, πολλοῖς. MBA Ι ψιλῆς ἐπηγορίας V, ψιλοῦ ῥήματος JMBA.)
v.1.p.17.

Τούτοις δ’ ἐγγύθεν αὐτῷ τὰ τῆς ἐκ θεοῦ παρακολουθεῖ ἀμοιβῆς, ὥστ' ἤδη καὶ πρωτείων τῆς αὐτοκρατορικῆς ἀρχῆς μετασχεῖν. οἱ μὲν γὰρ τῷ χρόνῳ προάγοντες οὐκ οἶδ' ὅπως ὑπεφίσταντο τῆς ἀρχῆς, αὐτοῖς αὐτοῖς μεταβολῆς μετὰ τὸ πρῶτον ἔτος τῆς τῶν ἐκκλησιῶν πολιορκίας ἐπισκηψάσης, μόνος δὲ λοιπὸν Κωνστάντιος πρῶτος πρῶτος ὁ καὶ σεβαστὸς ἀνηγορεύετο, τὸ μὲν κατ ἀρχὰς τῷ τῶν καισάρων διαδήματι λαμπρυνόμενος καὶ τούτων ἀπειληφὼς τὰ πρωτεῖα, μετὰ δὲ τὴν έν τούτοις δοκιμὴν τῇ τῶν ἀνωτάτω παρὰ Ῥωμαίοις ἐκοσμεῖτο τιμῇ, πρῶτος σεβαστὸς τεττάρων τῶν ὕστερον ἀναδειχθέντων χρηματίσας. ἀλλὰ καὶ εὐτεκνίᾳ μόνος παρὰ τοὺς λοιποὺς αὐτοκράτορας διήνεγκεν, παίδων ἀρρένων καὶ θηλειῶν μέγιστον χορὸν συστησάμενος. ἐπειδὴ δὲ πρὸς αὐτῷ λιπαρῷ γήρᾳ τῇ κοινῇ φύσει τὸ χρεὼν ἀποδιδοὺς λοιπὸν τὸν βίον μεταλλάττειν ἔμελλεν, ἐνταῦθα πάλιν ὁ θεὸς παραδόξων αὐτῷ ποιητὴς ἀνεφαίνετο ἔργων, μέλλοντι τελευτᾶν τῶν παίδων τὸν πρῶτον Κωνσταντῖνον εἰς ὑποδοχὴν τῆς βασιλείας παρεῖναι οἰκονομησάμενος.

Συνῆν μὲν γὰρ οὑτος τοῖς τῆς βασιλείας κοινωνοῖς, καὶ μέσοις αὐτοῖς, ὡς εἵρηται, κατ’ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δ' ἐκ τοῦ παιδὸς ἐπὶ τὸν νεανίαν τιμῆς τιμῆς τῆς πρώτης παρ' αὐτοῖς ἡξιοῦτο. οἶον αὐτὸν καὶ ἡμεῖς ἔγνωμεν τὸ Παλαιστινῶν διερχόμενον ἔθνος σὺν τῷ πρεσβυτέρῳ τῶν βασιλέων, οὑ καὶ ἐπὶ δεξιὰ παρεστὼς περιφανέστατος ἦν τοῖς ἀρᾶν θέλουσιν, οἶός τε βασιλικοῦ φρονήματος ἐξ ἐκείνου τεκμήρια παρέχων. σώματος μὲν γὰρ εἰς κάλλους ὥραν μέγεθός τε ἡλικίας οὑδ' ἦν αὐτῷ παραβαλεῖν ἔτερον, ῥώμῃ δ' ἱσχύος τοσοῦτον ἐπλεονέκτει τοὺς ὁμήλικας ὡς καὶ φοβερὸν αὐτοῖς εἶναι, ταῖς δὲ κατὰ ψυχὴν ἀρεταῖς μᾶλλον ἢ τοῖς κατὰ τὸ σῶμα πλεονεκτήμασιν ἐνηβρύνετο, σωφροσύνῃ πρώτιστα τὴν ψυχὴν κοσμούμενος πάντων, κἄπειτα παιδεύσει λόγων φρονήσει τ' ἐμφύτῳ καὶ τῇ θεοσδότῳ σοφίᾳ διαφερόντως ἐκπρέπων.

Γαῦρον δὴ οὖν ἐπὶ τούτοις ῥωμαλέον τε καὶ μέγαν [*](4 αὐτοῖς ἀθρόας ~ Wil. Ι 6 ὁ VMB, < JA, vgl. Class. Rev. XII, 338ff. Ι 7 τῷ] τὁ MB | αὐτοκρατόρων -I- vor καισάρων JMBA Ι 8 πρωτεῖα VJ, πρῶτα MBA Ι 11 λοιποὺς Y, πολλοὺς JMBA Ι 12 ἐπειδὴ hier neues Cap. in V Ι δὲ < V Ι 13 τὸν βίον Hkl, τοῦ βίου HSS Ι 15 Wortfolge τὸν πρ. τῶν παίδων JMBA Ι 17 Συνῆν nicht neues Cap. in VMBA Ι 19 δ’ ἐκ τοῦ παιδὸς V, δ' ἐκ παιδὸς J, ἄχρι καὶ παιδὸς MBA Ι 20 αὐτῆς MB Ι 21 παλαιστίνον V, παλαιστηνῶν JMBA Ι 23 ἐθέλουσιν J, )

v.1.p.18.
φρονήματός τε μεστὸν τὸν νεανίαν οἱ τηνικαῦτα κρατοῦντες θεώμενοι φθόνῳ καὶ φόβῳ, τὰς σὺν αὐτῷ διατριβὰς οὐκ ἀσφαλεῖς αὐτοῖς εἶναι διανοηθέντες, ἐπιβουλὰς κατ' αὐτοῦ λαθραίας ἐμηχανῶντο, αἰδοῖ τῇ πρὸς τὸν αὐτοῦ πατέρα προφανῆ θάνατον αὐτῷ προστρίψασθαι φυλαττόμενοι. 2ὃ δὴ συναισθόμενος ὁ νεανίας, ἐπεὶ καὶ πρῶτον αὐτῷ καὶ δεύτερον κατάφωρα θεοῦ συμπνεύσει τὰ τῆς ἐπιβουλῆς ἐγίνετο, φυγῇ τὴν σωτὴρίαν ἐπορίζετο κἀν τούτῳ τοῦ μεγάλου προφήτου Μωὑσέως τὸ μίμημα διασώζων. τὸ δὲ πᾶν αὐτῷ συνέπραττεν ὁ θεός, τῇ τοῦ πατρὸς διαδοχῇ προμηθούμνενος αὐτὸν παρεῖναι.