Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

οὗ δὴ γενομένου Κωνστάντιος τοὺς παρὰ τοῦ μεγάλου βασιλέως ἥκοντας αὐτόπτας γενέσθαι τῶν θησαυρῶν ἐκέλευσεν. εἶθ’ ὧν ὄψει παρίλαβον τὴν μαρτυρίαν προσέταττε διακονήσασθαι τῷ πενίαν αὐτῷ καταμεμψαμένῳ, ἐπιθέντας τῷ λόγῳ, . . . τὰ μὴ ἀπὸ γόων μηδ’ ἐξ ἀδίκου πλεονεξίας παρεσκευασμένα, καὶ νῦν μὲν ἀθροῖσαι παρ’ἑαυτῷταῦτα, πάλαι δ’αὐτῷ παρὰ τοῖς τῶν χρημάτων δεσπόταις οἷα δὴ ὑπὸ πιστοῖς παραθηκοφύλαξι φυλάττεσθαι.

τοὺς μὲν οὖν θαῦμα κατεῖχε τῆς πράξεως, βασιλέα δὲ τὸν φιλανθρωπότατον μετὰ τὴν τούτων ἀποχώρησιν τοὺς τῶν χρημάτων μεταστέλλεσθαι κυρίους, κάντα τ’ἀπολαβόντας οἴκαδε φάναι ἀπιέαι κατέχει λόγος, πειθοῦς καὶ ἀγαθῆς εὐνοίας τοὺς ἄνδρας ἀποδεξάμενον.

μία μὲν ἥδε φιλανδρωπίας δεῖγμα φέρουσα τοῦ δηλουμένου πρᾶξις. θατέρα δὲ τῆς πρὸς τὸ θεῖον ὁσίας περιέχοι ἄν ἐμφανῆ μαρτυρίαν.

Ἤλαυνον μὲν γὰρ ἁπανταχοῦ γῆς τοὺς θεοσεβεῖς ἐξ ἐπιτάγματος τῶν κρατούντων οἱ κατ’ἔθνος ἄρχοντες· ἐξ αὐτῶν δὲ βασιλειων οἴκων ὁρμώμενοι πρώτιστοι πάντων τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας οἱ θεοφιλεῖς διῆλθον μάρτυρες, πῦρ καὶ σίδηρον καὶ θαλάττης βθυοὺς πάντα τε θανάτου τρόπον προθυμότατα διακαρτεροῦντες, ὡς ἐν βραχεῖ τὰ πανταχοῦ βασίλεια θεοσεβῶν χηρεῦσαι ἀνδρῶν· ὅ δὴ καὶ μάλιστα τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐρήμους τοὺς δρῶντας εἰργάζετο. ὁμοῦ γὰρ τῷ τοὺς θεοσεβεῖς ἐλαύνειν καὶ τὰς ὑπὲρ αὐτῶν ἐξεδίωκον εὐχάς.