Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

v.1.p.7.

Ἄρτι μὲν τῷ μεγάλῳ βασιλεῖ παντοίων δεκάδων διττῶν τε καὶ τριττῶν περιοδους ἐν ἑορτῶν εὐωχίαις πᾶν γένος ἀνθρώπων ἐπανηγύριζεν, ἄρτι δὲ καὶ ἡμεῖς αὐτοὶ καλλίνικον, μέσον ἀπολαβόντες θεοῦ λειτουργῶν συνόδου, εἰκοσαετηρικοῖς ὕμονις ἐγεραίρομεν, ἤδη δὲ καὶ τριακονταετηρικοὺς αὐτῷ λόγων πλέξαντες στεφάνους, ἐν αὐτοῖς πρώην βασιλείοις τὴν ἱερὰν κεφαλὴν ἀνεστέφομεν.

νυνὶ δ’ὁ λόγος ἡμῖν ἀμηχανῶν ἕστηκε, ποθῶν μέν τι τῶν συνήθων προσφθέγξασθαι, ἀπορπων δ’ὅπη καὶ τράποιτο μόνῳ τε τῷ θαύματι τῆς ξενιζούσης ὄψεως καταπεληγμένος. ὅπη γὰρ ἀτενὲς ἐμβλέψειεν, ἤν τε πρὸς ἕω ἤν τε πρὸς ἑσπέραν, ἤν τ’ἐπὶ γῆς αὐτῆς ὅλης ἤν τε πρὸς οὐρανὸν αὐτόν, πάντη καὶ πανταχοῦ τὸν μακάριον αὐτοῖς συνόντα βασιλέα ἐθεώρει.

γῆς μὲν γὰρ τοὺς αὐτοῦ παῖδας οἷά τινας νέους λαμπτῆρας τῶν αὐτοῦ μαρμαρυγῶν συνορᾷ πληροῦντας τὸ πᾶν, αὐτόν τε ζῶντα δυνάμει καὶ τὸν σύμπαντα διακυβερνῶντα βίον κρειττόνως ἢ πρόσθεν τῇ τῶν παίδων πολυκπλασιασθέντα διαδοχῇ. οἵ καισάρων μὲν ἔτι πρότερον μετεῖχον τιμῆς, νυνὶ δ’ὅλον αὐτὸν ἐνδυσάμενοι θεοσεβείας ἀρετῇ, αὐτοκράτορες αὔγουστοι σεβαστοι βασιλεῖς τοῖς τοῦ πατρὸς ἐμπρέποντες καλλωπίσμασιν ἀνεδείχθησαν.

Καὶ τὸν ἐν σὠματι δὲ θνητῷ μικρῷ πρόσθεν ὁρώμενον αὐτοῖς θ’ἡμῖν συνόντα παραδοξότατα καὶ μετὰ τὴν τοῦ βίου τελευτήν, ὅτε ἡ φύσις ὡς ἀλλότριον τὸ περιττὸν ἐλέγχει, τῶν αὐτῶν βασιλικῶν οἴκων τε καὶ κτημάτων καὶ τιμῶν καὶ ὕμνων ἠξιωμένον θεώμενος ὁ λόγος ὑπερεκπλήττεται. 2ἤδη δὲ καὶ πρὸς αὐταῖς οὐρανίαις ἁψῖσιν ἑαυτὸν ἐκτείνας, κἀνταῦθα τὴν τρισμακάριον ψυχὴν αὐτῷ θεῷ συνοῦσαν φαντάξεται, θεητοῦ μὲν [*](1 διττῶν τε καὶ τριττῶν <Ηκ1 |3 ἀπολαυόντες J | 4 σύνοδον V 1,über ov steht ου von V2 | 7 ἡμῖν V, ἤδη JMBA | 8 u. 9 ὅποι Α |9 nach γὰρ +ἄν ΜΒΑ| 12 αὐτοῖς Ηκ1, αὐτῆ ΗSS, αὐτῇ συνόντα βασιλείᾳ V al. (Wil.)l | ἐθεώρει V, θεωρεῖ JMBA | Mit γῆς beginnt ein neues Car. in V, und am unteren Rande steht: β περὶ υἱῶν αὐτοῦ βασιλευσάντων |17 νῦν J | 19 σώμασι ΜΒΑ |θνητῶ VJM, θνητῶν ΒΑ |21 ὡς ἀλλ.<Ηκ1 |22 κτημάτων καὶ V, <JMBA | 23 ἠξιωμένος (aber v steht über ς) V, ἡξιωμένων ΜΒ |25 τρισμακάριον V, τρισμακαρίαν JMBA.)

v.1.p.8.
καὶ γεώδους παντὸς ἀφειμένην περιβλήματος, φωτὸς δ’ἐξαστραπτούσῃ στολῇ καταλαμπομένην. εἶτα οὐκέτι μὲν μακραῖς χρόνων περιόδοις ἐν θνητῶν διατριβαῖς εἰλουμένην αὐτήν, αἰωνοθαλεῖ δὲ διαδήματι ζωῆς τε ἀτελευτήτου καὶ μακαρίου αἰῶνος ἀθανασίᾳ τετιμημένην ἐννοῶν, ἀχανὴς ἕστηκεν οἷα θητὸς λόγος, μηδεμίαν μὲν ἀφιεὶς φωνὴν τῆς δ’ αὐτὸς αὐτοῦ κατεγνωκὼς ἀσθενείας, καὶ δὴ σιωπὴν καθ’ ἑαυτοῦ ψηφισάμενος τῷ κρείττονι καὶ καθόλου λόγῳ παραχωρεῖ τυγχάνειν τῆς τῶν ἐφαμίλλων ὕμνων ἀξίας· ᾦ δὴ καὶ μόνῳ δυνατὸν ἀθανάτῳ καὶ θεοῦ ὄντι λόγῳ τὰς οἰκείας πιστοῦσθαι φωνάς,