De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«. ὁ δ’ ἐπέκεινα τῶν ὅλων θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄρρητόν τι ὢν ἀγαθὸν καὶ παντὸς λογισμοῦ καὶ διανοίας φωνῆς τε πάσης καὶ ἐνθυμήσεως κρείττονι ὁμοῦ τῶν πάντων ὅσα ποτὲ ὄντα καὶ ὁποῖα τυγχάνει, αὐτοῦ τε τοῦ ἁγίου πνεύματος προσέτι δὲ καὶ τοῦ μονογενοῦς υἱοῦ καθηγούμενος, μόνος εἰκότως ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεὸς ἀνείρηται παρὰ τῴ ἀποστόλῳ φάντι »εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἶς θεὸς πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν«.