De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ γὰρ τοῦ ἁγίου πνεύματος ἑτέρου ὄντος παρὰ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἰδίωμα παριστὰς ὁ σωτὴρ κέκληκεν αὐτὸ παράκλητον, τὸ κοινὸν τῆς ὁμωνυμίας ἀφορίζων διὰ τῆς τοῦ παρακλήτου προσηγορίας, ἐπεὶ καὶ αἱ ἀγγελικαὶ δυνάμεις εἶεν ἂν πνεύματα· »ὁ« γὰρ »ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματά« εἴρηται. ἀλλ’ οὐδὲν τούτων ἐξισοῦσθαι δύναται τῷ παρακλήτῳ πνεύματι διὸ τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι μόνον τοῦτο συμπαρείληπται,