De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα. εἰ δὲ καὶ ὀψέ ποτε ὡμολόγησεν ἐκ προσώπου ταῦτα εἰρῆσθαι τοῦ ἐν τῷ θεῷ λόγου, βεβίασται ἄρα αὐτῷ τὰ τῆς εἰς τὴν σάρκα τοῦ σωτῆρος ἀποδόσεως, καὶ πάντα ἀθρόως ἐκεῖνα ἕωλα καὶ μάταια καὶ περιττά πεφώραται. εἰ δὲ ἡ σὰρξ ἢν τοῦ σωτῆρος ἡ λέγουσα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« κατὰ τὴν ἀποδοθεῖσαν αὐτῷ ἑρμηνείαν, καὶ εἰ ἡ σὰρξ »πρὸ τοῦ αἰῶνος« ἐθεμελιώθη κοὶ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« (γῆν δηλαδὴ τὴν σάρκα αὐτῷ ἐδόκει διὰ τὸ εἰρῆσθαι »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«), καὶ εἴπερ ἡ σὰρξ ἦν ἡ λέγουσα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ μὲ (διὰ τὸ προγεγεννημένην εἶναι τῆς τῶν ἀποστόλων ἐκλογῆς ὡς ἐδόκει τῷ σοφωτάτω,), ἕπεται ἐκ προσώπου τῆς σαρκὸς λέγεσθαι καὶ τὸ ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αύτῷ«.
ἀλλ’ οὐκ ἄν τις μὴ τῶν φρενῶν ἐκστὰς ταύτῃ ποτὲ συνθοῖτο τῇ ἑρμηνείᾳ· ἀντιφθέγξεται γὰρ αὐτῷ μέγα βοήσας ὁ τῖς ἀληθείας λόγος, ἐπιδεικνὺς τίς ποτε ἦν ὁ ταῦτα διεξιών.
ὡς ἔ οὖν ἕτερος ἦν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος μονογενὴς υἱός, ζῶν καὶ ὑφεστώς, ὢν καὶ πρὸ τῆς τῶν γενητῶν ἁπάντων συστάσεως, ὅδε παρίστησιν αὐτὸς δί’ ὧν ἑξῆς ἐπάγει λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«· συνῆν γὰρ καὶ παρῆν αὐ τῷ πρὶν γενέσθαι τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα. τοῦτο γοῦν ᾐνίττετο διὰ τοῦ φάναι »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.
πῶς δὲ ἡτοίμαζεν ὁ θεὸς ἧ πρὶν γενέσθαι αὐτὸν νομοθετῶν καὶ διατυπούμενος ὃν ἔδει τρόπον αὐτὸν συστῆναι; ὁ μὲν οὑν πατὴρ διετύπου καὶ ἡτοίμαζεν, διανοούμενος ὅπως ἐχρῆν συστῆναι τὸν τοσοῦτον οὐρανόν, ὅσου τε μεγέθους ἐδεῖτο καὶ ὁποίου σχήματος μέτρων τε καὶ μερῶν ὁπόσων, τῶν μελλόντων εἴσω τε αὐτοῦ περιέχεσθαι χάριν, καὶ τῶν ἐκτὸς ἔσεσθαι αὐτοῦ, τῶν τε ἐν αὐτῶ τὸν δρόμον ποιησομένων ἕνεκα· ὁ δὲ τοῖς τοῦ πατρὸς λογισμοῖς ἐνατενίζων καὶ μόνος ἐποπτεύων τὰ ἐν αὐτῷ βάθη. δι’ ἔργων ἐχώρει τοῖς τοῦ πατρὸς [*](1 Prov. 8, 22 ff — 2 vgl. S. 138, 31 ff — 7 Prov. 8, 22 — 8 vgl. Nr. 9. 10 — 9 Prov. 8, 23 — 11 vgl. Nr. 18 — Gen. 3, 10 — 12 Prov. 8, 24. 25 — 14 f vgl. Nr. 20. 21. 22 — 16 Prov. 8. 27 — 22 Prov. 8, 27 — 25 Prov. 8, 27) [*](2 καὶ2 <m | ταὐτὸν Kl vgl. S. 153, 28 | 6 καὶ3 üb. d. Ζ. V2 | 14 προγεγεννημένην εἶναι V2 προγεγεννημένον V* | 17 μὴ üb. d. Ζ. V1 | 21 ὅδε Kl ὃ δὴ V | 23 αὐτῷ Μο | 29 ὅς οἵτε V, corr. Kl | 32 ποιησαμένων V, corr. We εἵνεκα V)
διὸ λέλεκταί που »αἰνεῖτε αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν«.
πλὴν ἀλλὰ καὶ πρὶν γενέσθαι αὐτὸν τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα (ἐξ ἑνὸς γὰρ τὰ πάντα περιληπτικῶς δεδήλωται) ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ τῷ πατρὶ παρῆν τε καὶ συνῆν ἔτι βουλευομένῳ περὶ τῆς τούτων ἁπάντων συστάσεως. διό φησιν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. εἶθ’ ὡς ἀγαθὸς γραφεὺς τὰς ἀρχετύπους ἰδέας ἐκ τῶν πατρικῶν λογισμῶν ἀπολαμβάνων ἐπὶ τὰς τῶν ἔργων μετέφερεν οὐσίας, τοιαῦτα ζωοπλαστῶν καὶ ὑφιστάμενος, ὁποῖα τῇ τοῦ πατρὸς διανοίᾳ προυποκείμενα ἑώρα.
τούτων δ’ αὐτὸς γένοιτ’ ἂν μάρτυς ἀξιόχρεως, ἐν Εὐαγγελίοις ὧδε διδάσκων· »ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. ἔνθα τις εἰκότως ζητήσειεν ἂν πῶς τὰ ἅπαξ ὑπὸ τοῦ πατρὸς γεγονότα ὁ υἱὸς αὖθις ποιεῖ; ἐπελύσατο δ᾿ αὐτὸς τὸν λόγον εἰπὼν »ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.
οὐκοῦν ὁμοιώματα τυγχάνει τὰ πρὸς τοῦ υἱοῦ γιγνόμενα ἔργων ἀρχετύπων ἐν ἀπορρήτοις τοῦ πατρὸς λογισμοῖς προϋφισταμένων, ἃ δὴ βλέπων ἀτενὲς ἐν τῇ τοῦ πατρὸς διανοίᾳ ὁ υἱὸς μιμήματα ὡν ἐώρα ἐποίει. τὸ δ᾿ ἐποπτεύειν αὐτὸν τὰ τοῦ πατρὸς βάθη τῆς πατρικῆς ἀγάπης ἔργον εἶναι παρίστη διασαφῶν ἑξῆς καὶ λέγων »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. δεικνύντος ἄρα τοῦ πατρὸς τὰ ἑαυτοῦ κρύφια θεωρῶν ὁ υἱὸς δι’ ἔργων ὑφίστη τὰ τῆς πατρικῆς βουλῆς ἔργα. οὕτως οὖν συνὼν τῷ πατρὶ καὶ συμπαρὼν αὐτῷ προετοιμάζοντι τὸν οὐρανὸν καὶ τὰ ἐπ’ αὐτῷ τοῦτ’ ἐδίδασκε λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.
ἔχαιρέν τε ὁ πατὴρ πρὶν ἢ καὶ τὸν κόσμον γενέσθαι, εἰς αὐτὸν ἀφορῶν τὸν ἑαυτοῦ μονογενῆ υἱὸν [*](1 Ps. 148, 1—5 — 11 Prov. 8, 27 — 16 Joh. 5, 19. 20 — 22 Joh. 5, 19– 28 Joh. 5, 20 — 32 Prov. 8, 27) [*](8 αὐτὸν m αὐτοῦ V | 9 πάντα] + ἃ a. R. V2 | 10 πατρὶ V2, σωτῆρι V* | 16 γένοιτο μάρτυς V, corr. Kl | 18 ἂν V2 ἐὰν V* | 21 ποιῇ V2 | 23 ὁμοίωμα V, corr. We)
οἰκουμένης ἐνταῦθα νοουμένης τῆς τῶν γενητῶν ἁπάντων συμπληρώσεως, ἦς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ υἱοῦ προαγομένης ὁ τῶν ἁπάντων ηὐφραίνετο θεός. ὁ μὲν οὖν ἀληθὴς λόγος, ὡς ἐν βραχέσιν καὶ ἐν ἐπιτόμῳ διηγήσει παριστάμενος ἐκ τῆς θείας γραφῆς, τοιοῦτός τις ἂν εἴη. ὁ δ’ ἄνωθεν κάτω φερόμενος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν τὴν διάνοιαν ἐξώκειλεν παρατρέπων καὶ παρερμηνεύων τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς.
ἀλλὰ καὶ ἐπὶ τὸν λόγον μεταβὰς αὐτὸν εἶναί φησιν τὸν ἔνδον ἐν τῷ πατρὶ ὡς ἐν διαλογισμῷ καὶ ἐνθυμήσει τὸν οὐρανὸν ἡτοιμακότα.
ἔλεγεν γοῦν αὐτοῖς ῥήμασιν·
πρὸ γὰρ τοῦ τὸν κόσμον ποιῆσαι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο ποιητὴς τοῦ κόσμου, ὁ καὶ πρότερον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« λέγων.
ἐν οἶς προσήκει ἐπισκέψασθαι τίνα τρόπον ἐθελοκωφῶν τοῦ μὲν »συμπαρήμην« οὐκ ἀκούει, ὃ σημαίνει διαρρήδην παρουσίαν τοῦ υἱοῦ σὺν τῷ πατρί, ἀποφαίνεται δὲ τῇ γραφῇ ἐναντίως μηδένα εἶναι πλὴν τοῦ θεοῦ πρὶν γενέσθαι τὰ γενόμενα· καὶ οὐκ ἔφριξεν ταύτην ἀφεὶς τὴν φωνήν, ἀρνητικὴν οὖσαν τοῦ υἱοῦ, οὐδὲ τὴν θείαν γραφὴν ἐδυσωπήθη μαρτυροῦσαν πρὸ τῆς τοῦ οὐρανοῦ κτίσεως μόνον αὐτὸν συμπαρεῖναι τῷ πατρί. »ἡνίκα« γάρ φησιν »ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.
ἡ γὰρ σὺν πρόθεσις τῷ παρεἷναι προσκειμένη τὴν κατὰ τὸ αὐτὸ σὺν ἑτέρῳ παρουσίαν δηλοῖ. οὐχ ἁπλῶς οὖν παρεἷναι, ἀλλὰ συμπαρεῖναι ἑαυτὸν τῷ πατρὶ διδάσκει καὶ ὁ πατὴρ δὲ οὐχ ἁπλῶς ἔχαιρεν, ἀλλὰ προσέχαιρεν τῇ παρουσίᾳ τοῦ υἱοῦ· διό φησιν »ἐγὼ ἤμην ᾖ προσέχαιρεν καθ’ ἡμέραν«.
τὸ δὲ καὶ εὐφραίνεσθαι αὐτὸν ἐνώπιον τοῦ πατρὸς πῶς ἂν ἁρμόσειεν μὴ ὑφε- [*](2 Prov. 8, 30 — 4 Prov. 8, 30. 31 — 22 Prov. 8, 27 — 25 f vgl. Nr. 54. 92. 108 — 29 Prov. 8, 27 — 34 Prov. 8, 30) [*](12 ἀληθινοῦν τῆς V*, corr. V2; vgl. S. 141, 31 | 15 ποιῆσαι] εἶναι and. St. | 20 ὁ and. St. | 24 ὃς . . . τῴ υἱῷ V*, corr. V2 | 25 σὺν Zahn vgl. Z. 30 f)
πῶς δὲ καὶ προελθὼν ὁ λόγος ἐγίνετο τοῦ κόσμου ποιητής; πότερα γλώττῃ καὶ φωνῇ, ἣ πάντως δήπου καὶ διαλέκτῳ χρησαμένου θεοῦ; καὶ τίνι ἂν διελέχθη μηδενὸς ἑτέρου συνόντος αὐτῷ; τίνι δ’ ἂν καὶ ὡμίλησεν μὴ παρόντος τινός; ἀλλ’ αὐτὸς ἑαυτῷ προσωμίλει φωνῇ χαἰ διαλέκτῳ χρώμενος, ὡς καὶ τὸν λόγον ἐξ αὐτοῦ προελθεῖν;
καὶ πῶς οὐχὶ καὶ ἔνδον ὄντος ἐν αὐτῷ τοῦ λόγου δραστικῇ δυνάμει ταῦθ’ ἅπερ ἐβούλετο συνίστη, ἐπεὶ καὶ παρὰ ἀνθρώποις οἱ πλεῖστοι τῶν δημιουργῶν καὶ σιωπῶντες τὰ ἑαυτῶν ἐκτελοῦσιν ἔργα, καὶ μάλιστα ὅτε μηδεὶς αὐτοῖς πάρεστι δημιουργοῦσιν; τί οὖν ἐκώλυεν καὶ τὸν θεὸν οὕτω πὼς τὰ πάντα συστήσασθαι, ἔχοντα ἐν αὐτῷ τὸν λόγον; ὁ δὲ καὶ ὑποτίθεται εἰκόνα ἀνδριαντοποιοῦ ἑαυτῷ προσδιαλεγομένου καὶ πρὸς ἑαυτὸν φάσκοντος·
ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα·
οὕτω γάρ φησιν καὶ τὸν τῶν ὅλων δεσπότην θεὸν πρὸς ἑαυτὸν εἰρηκέναι τὸ »ποιήσωμεν ἄνθρωπον«, ὡς πολλάκις ἤδη παρέστη διὰ τῶν ἔμπροσθεν , δι’ ὧν οἶμαι τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ ἄρνησιν αὐτοῦ γεγυμνῶσθαι.
τὸ μὲν γὰρ αὐτὸν πρὸς ἑαυτὸν διαλέγεσθαι τὸν θεὸν ἔνδον ἔχοντα τὸν ἑαυτοῦ λόγον φάσκειν Ἰουδαϊκοῦ τινος εἴη ἂν φρονήματος· τὸ δὲ αὐτὸν εἶναι τοῦ ἐν αὐτῷ λόγου πατέρα, καὶ υἱὸν αὐτοῦ τὸν ἐν αὐτῷ λόγον, τῆς Σαβελλίου κακοδοξίας ἦν γνώρισμα·