De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
τοιοῦτον δὲ ἦν καὶ τὸ »ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν ἦ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας«. οὐκοῦν ἕτερος ἦν παρ’ αὐτὸν ὁ παράκλητος, περὶ οὗ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθις προσετίθει λέγων ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ
ἐγὼ μὲν γὰρ τέως ταῦθ’ ὑμῖν λελάληκα φησίν, τὸ δὲ πνεῦμα τῆς ἀληθείας, ὃ καὶ αὐτὸ πέμψει ὁ πατήρ μου, πάντα ὑμᾶς διδάξει. ὅσα νῦν οὐ μεμαθήκατε διὰ τὸ μὴ χωρεῖν ὑμᾶς·
ἀλλ’ ἐκεῖνος ἐλθών. λέγω δὲ ὁ παράκλητος, ἀναπληρώσει τὴν διδασκαλίαν, μετὰ τοῦ καὶ τῶν νῦν λεγομένων ὑπ’ ἐμοῦ μνήμην ὑμῖν ἐμποιῆσαι. καὶ αὖθις ἐπάγει »ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. δι’ ὧν ἁπάντων σαφῶς παρίστησιν ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ πεμπόμενον καὶ [τὸν] μέλλοντα περὶ αὐτοῦ μαρτυρεῖν ἕτερον εἶναι παρ’ ἑαυτόν.
ἐπεξεργάζεται δὲ τὸν λόγον ἔτι μᾶλλον καὶ δι’ ὧν ἐπιλέγει »ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς«. ἀπελθεῖν δὲ ἑαυτὸν λέγων ἐν τούτοις τε τὸ πάθος ἑαυτοῦ ἐσήμαινεν καὶ τὴν μετὰ τοῦτο πρὸς τὸν πατέρα ἄνοδον.
τίς οὖν οὕτως ἠλίθιος ὡς μετὰ τοσαύτας φωνὰς ἕνα καὶ τὸν αὐτὸν εἶναι φάναι τὸν ταῦτα λέγοντα καὶ τὸν περὶ οὗ ταῦτ’ ἔλεγεν, ἀκούων αὐτοῦ σαφῶς διοριζομένου τὴν ἀλήθειαν φάσκειν, καὶ τίς ἡ ἀλήθεια παριστῶντος, ὡς εἰ μὴ ἀπέλθοι αὐτός, μὴ ἄν ποτε ἥξειν τὸ ἄγιον πνεῦμα.
εἰ δὲ ποτὲ μὲν τὸν πατέρα πέμψειν τὸ πνεῦμα τὸ ἅγιον ποτὲ δὲ ἑαυτὸν διορίζεται, οὐκ ἐναντία δήπουθεν διδάσκει· πάντα γὰρ ὅσα ἐὰν »βλέπῃ τὸν πατέρα ποιοῦντα«, »ταῦτα ὁμοίως καὶ ὁ υἱὸς | ποιεῖ« καὶ »καθὼς ἀκούει, κρίνει«. διὸ τῇ τοῦ πατρὸς κρίσει, ὅτε καὶ βούλεται ὁ πατήρ. τηνικαῦτα ὁ υἱὸς καὶ † δι’ αὐτοῦ ὁ σωτὴρ ἀποστέλλει τοῖς αὐτοῦ μαθηταῖς τὸ πνεῦμα τῆς ἀληθείας τὸ παράκλητον, πρὸς τὸ παρακαλεῖν αὐτοὺς καὶ παραμυθεῖσθαι ἐφ’ οἷς κηρύττοντες τὸ εὐαγγέλιον ὑπὸ τῶν ἐλαυνόντων αὐτοὺς ἔπασχον·
οὐ μόνον δὲ πρὸς τὸ παρακαλεῖν αὐτούς, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν τῆς καινῆς διαθήκης, ἣν οὐκ ἐχώρουν ὑπὸ τοῦ σωτῆρος διδάσκεσθαι, ὁπηνίκα ταῦτα αὐτοῖς ὡμίλει διὰ τὸ ἔτι τῇ Ἰουδαϊκῇ δεδουλῶσθαι ἀγωγῇ.
ταῦτα δὲ ἔργοις ἐπλήρου μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. μεθ’ ἣν εἰπὼν τῇ Μαρίᾳ »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου«, μετὰ ταῦτα ἅτε δὴ ἀνεληλυθὼς πρὸς τὸν πατέρα τοῖς μαθηταῖς ὤφθη, τοῦ ἁγίου πνεύματος ἀπεσταλμένου καὶ
συνόντος αὐτῷ ἑτοίμου τε παρεστῶτος εἰς ἣν τέτακται διακονίαν, ὅτε καὶ ἅψασθαι αὐτοῦ ἐπιτρέπει.τότε γὰρ »αὐτοῖς ἐνεφύσησεν« καὶ τότε μέρος τι χαρίσματος τοῦ ἁγίου πνεύματος αὐτοῖς, τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ποιητικόν, ἐδίδου· »διαιρέσεις« γὰρ »χαρισμάτων εἰσίν«, ὧν ἐκ μέρους μὲν αὐτοῖς ἐδωρεῖτο τότε συνὼν καὶ παρὼν αὐτοῖς, μετὰ δὲ ταῦτα μείζονος αὐτοὺς καὶ τελεωτέρας δυνάμεως ἐπλήρου. περὶ ἧς ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων πρὸς αὐτοὺς ἔφη
πλείονος δὲ ἐξεργασίας καὶ σαφηνείας δεομένων τῶν κατὰ τὸν τόπον οὐ νῦν ἐπεξιέναι καιρὸς τῇ τῆς ἐξετάσεως ἀκριβείᾳ, ἐπεὶ μηδὲ τοῦθ’ ἡμῖν πρόκειται, παραστῆσαι δ’ ἐχρῆν ἕτερον εἶναι τοῦ υἱοῦ τὸ παράκλητον πνεῦμα, ὃ δὴ καὶ ἀπεδείχθη διαφόρως δι’ ὧν αὐτὸς ἐπαίδευσεν ὁ σωτήρ, πρός τε τοῖς ἄλλοις καὶ ἐν οἷς ἔλεγεν »ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ 〈ἐκεῖνος,〉 τὸ πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν·
οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. | ἐν οἷς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξεν ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐπαγγέλλεται, ὡς περὶ ἑτέρου λέγων τὸ »ὅταν ἔλθῃ ἐκεῖνος« καὶ τὸ »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει« καὶ τὸ ἐκεῖνος ἐμὲ δοξάσει« καὶ τὸ »ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται«· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν δεινὴ καὶ δυσθεράπευτος εὐήθεια.
ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ σωτὴρ τὸ πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ’ ἑαυτὸν ἐδίδαξεν, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας (διὸ καὶ συμπαρείληπται τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι).
ὑποβεβηκός γε μὴν [εἶναι] αὑτοῦ. ὃ δὴ παρίστη εἰπὼν »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσεις· παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται
καὶ ἀναγγελεῖ ὑμῖν«, ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ· ἐν αὐτῷ γάρ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«.αὐτὸς μὲν οὖν ἅτε υἱὸς μονογενὴς παρὰ τοῦ πατρὸς λαμβάνει καὶ παρὰ τοῦ πατρὸς ἀκούει, τὸ δὲ πνεῦμα τὸ ἅγιον παρ’ αὐτοῦ χορηγεῖται· διό φησιν »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων θεὸς πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, καὶ ἔσται ἀληθῶς ἅγιος ἁγίων αὐτός, καὶ »ἐν ἁγίοις ἀναπαυόμενος«. ἀλλὰ καὶ ὁ υἱὸς τοῦ θεοῦ πνεῦμα ὢν τυγχάνει, καὶ πνεῦμα καὶ αὐτὸς ἁγίων ἄγιον, εἰ δὴ εἰκών ἐστιν τοῦ ἀοράτου·
διὸ καὶ περὶ αὐτοῦ λέλεκται »ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν« καὶ »πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος«.
ἀλλὰ γὰρ τοῦ ἁγίου πνεύματος ἑτέρου ὄντος παρὰ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἰδίωμα παριστὰς ὁ σωτὴρ κέκληκεν αὐτὸ παράκλητον, τὸ κοινὸν τῆς ὁμωνυμίας ἀφορίζων διὰ τῆς τοῦ παρακλήτου προσηγορίας, ἐπεὶ καὶ αἱ ἀγγελικαὶ δυνάμεις εἶεν ἂν πνεύματα· »ὁ« γὰρ »ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα« εἴρηται. ἀλλ’ οὐδὲν τούτων ἐξισοῦσθαι δύναται τῷ παρακλήτῳ πνεύματι. διὸ τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι μόνον τοῦτο συμπαρείληπται,
οὐκ ἄλλως τοῦ σωτῆρος τοῖς ἀποστόλοις αὐτοῦ διαταξαμένου τὸ μυστήριον τῆς αὐτοῦ παλιγγενεσίας
6 τὸ μὲν οὖν ἅγιον πνεῦμα μόνοις ἁγίοις ἐμφιλοχωρεῖν πέφυκεν, διὰ τοῦ υἱοῦ χορηγούμενον οἷς ἂν ὁ πατὴρ κρίνειεν. καὶ τοῦτ’ ἂν εἴη ἔργον αὐτοῦ τὸ πάντας ἁγιάζειν, οἷς ἂν ἑνός τινος ἢ καὶ πλειόνων μεταδιδῷ τῶν ἐν αὐτῷ χαρισμάτων, ὡς καὶ προφήτας καὶ ἀποστόλους
καὶ πᾶσαν θεοφιλῆ ψυχήν, εἰκὸς δὲ καὶ τὰς κρείττους καὶ θείας δυνάμεις. τῆς ἐξ αὐτοῦ μεταλαμβάνειν ἁγιότητος. ὁ δὲ υἱὸς μόνος πατρικῇ θεότητι τετιμημένος, ποιητικὸς ἂν εἴη καὶ δημιουργικὸς τῆς τῶν γενητῶν ἀπάντων, ὁρατῶν τε καὶ ἀοράτων, καὶ δὴ καὶ αὐτῆς τῆς τοῦ παρακλήτου πνεύματος ὑπάρξεως· πάντα γὰρ »δι’ αὐτοῦ ἐγένετο,καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«. ὁ δ’ ἐπέκεινα τῶν ὅλων θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄρρητόν τι ὢν ἀγαθὸν καὶ παντὸς λογισμοῦ καὶ διανοίας φωνῆς τε πάσης καὶ ἐνθυμήσεως κρεῖττον, ὁμοῦ τῶν πάντων ὅσα ποτὲ ὄντα καὶ ὁποῖα τυγχάνει, αὐτοῦ τε τοῦ ἁγίου πνεύματος προσέτι δὲ καὶ τοῦ μονογενοῦς υἱοῦ καθηγούμενος. μόνος εἰκότως ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεὸς ἀνείρηται παρὰ τῷ ἀποστόλῳ φάντι »εἷς κύριος, μία πίστις, ἕν βάπτισμα· εἷς θεὸς πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν«.
καὶ μόνος μὲν αὐτὸς »εἷς θεὸς καὶ πατὴρ« »τοῦ | κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« χρηματίζοι ἄν, ὁ δὲ υἱὸς »μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός«· τὸ δὲ παράκλητον πνεῦμα οὕτε θεὸς οὕτε υἱός, ἐπεὶ μὴ ἐκ τοῦ πατρὸς ὁμοίως τῷ υἱῷ καὶ αὐτὸ τὴν γένεσιν εἴληφεν, ἓν δέ τι τῶν διὰ τοῦ υἱοῦ γενομένων τυγχάνει, ὅτι δὴ »πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.