De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ σωτὴρ τὸ πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ’ ἑαυτὸν ἐδίδαξεν, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας (διὸ καὶ συμπαρείληπται τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι).

ὑποβεβηκός γε μὴν [εἶναι] αὑτοῦ. ὃ δὴ παρίστη εἰπὼν »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσεις· παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται

καὶ ἀναγγελεῖ ὑμῖν«, ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ· ἐν αὐτῷ γάρ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«.