De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἀλλ’ ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ’ ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι· ὅτε δίκην βροντῆς »ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας«, ἐπληρώθησάν τε »πνεύματος ἁγίου«, καὶ
οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ »διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοὺ«. τοῦ μὲν »κτίζων« ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ’ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. καὶ ὁ λέγων δὲ »καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός«, οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτ’ ἔλεγεν, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο.οὕτως εἴρηται καὶ τὸ »ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον« ἀντὶ τοῦ συναγάγῃ· ὅρα μήποτε τοιοῦτόν ἐστιν καὶ τὸ »ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα« καὶ τὸ »εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις« καὶ ὅσα ἄλλα εὕροι ἄν τις τοιουτότροπα τὴν θεόπνευστον γραφὴν διερευνώμενος. μὴ θαυμάσῃς οὖν εἰ μεταφορικῶς καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ« τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἰς τὸ ἄρχειν εἴρηται, ἐπεὶ καὶ ἐν Εὐαγγελίοις λεγομένου ὑπὸ τοῦ σωτῆρος ἡμῶν τοῦ ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις« οὐ τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν | (καθ’ ὃ λέλεκται ἐν ἑτέροις »ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας«) φαμὲν ὑπὸ τοῦ σωτῆρος δηλοῦσθαι, ἀλλὰ τὴν ἐπὶ τοῖς νηπίοις εὐχαριστίαν ἀντὶ τοῦ »εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς« τοῦ ἐξομολογεῖσθαι λελεγμένου.
μυρία δ’ ἄν τις εὕροι σχολῇ ζητήσας τῷ κατὰ μεταφορὰν τρόπῳ δι’ ὅλης τῆς θείας γραφῆς εἰρημένα, καὶ ἄλλα πολύσημον ἔχοντα τὴν διάνοιαν, καὶ ὁμωνύμως ἕτερα διαφόρων πραγμάτων κατηγορούμενα. περὶ ὧν μακρὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος καιροῦ διεξιέναι.
οὕτως οὖν καὶ ἐνταῦθα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἀντὶ τοῦ κατέταξέν με εἰς τὸ ἄρχειν τῶν ἔργων αὐτοῦ λέλεκται· διὸ οὐχ ἁπλῶς »ἔκτισέν με« εἴρηται, ἀλλὰ μετὰ προσθήκης τῆς »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.«
τοῦτο δὲ μάλιστα παρίστησιν ἡ Ἑβραϊκὴ λέξις. εἰ γοῦν τις ἐξακριβάσαιτο τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς, εὕροι ἂν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν