De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
καὶ τοῦτ’ ἦν τὸ τρισμακάριον τέλος καθ’ ὃ τὴν ἐπηγγελμένην τῶν οὐρανῶν βασιλείαν τοῖς ταύτης ἀξίοις τοῦ σωτῆρος ἡμῶν πιστουμένου, ὁ ἐπὶ πάντων θεὸς καὶ πατὴρ αὐτοῦ, τὸ πάντων ἀνώτατον ἀγαθόν, αὐτὸς ἑαυτὸν τοῖς ὑπὸ τῷ υἱῷ βασιλευομένοις δωρήσεται, »πάντα ἐν πᾶσιν« γιγνόμενος. ὃ δὴ παρίστη πάλιν αὐτὸς ὁ σωτὴρ καί κύριος ἡμῶν. τὴν μεγάλην εὐχὴν ὑπὲρ τῶν αὐτοῦ γνωρίμων ἀναπέμπων »τῷ θεῷ καὶ πατρί«. δι’ ἧς ἐξαιτεῖται λέγων »ἵνα πάντες ἓν ὦσιν. καθὼς σύ. πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἕν ὦσιν. ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς. ἵνα ὦσιν ἕν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν. ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἱνα θεωρῶσιν τὴν δόξαν ἣν δέδωκάς μοι«. αὕτη ἡ μεγάλη τοῦ σωτῆρος ἡμῶν ὑπὲρ ἡμῶν πρεσβεία, ἵν’ ὦμεν σὺν αὐτῷ ὅπου ἂν ᾖ αὐτὸς καὶ ἵνα θεωρῶμεν τὴν δόξαν τὴν αὐτοῦ καὶ ἵνα ἀγαπήσῃ ἡμᾶς καθὼς αὐτὸν ἠγάπησεν ὁ αὐτοῦ πατήρ, 〈καὶ〉 ὅπερ αὐτῷ ἐδωρήσατο τοῦτο δῷ καὶ ἡμῖν, καὶ τὴν δόξαν ἣν αὐτῷ ἔδωκεν ταύτην δῷ καὶ ἡμῖν· ποιῶν ἡμᾶς ἓν τοὺς πάντας, ἵνα μηκέτι ὦμεν πολλοὶ ἀλλ’ οἱ πάντες εἷς, ἑνωθέντες αὐτοῦ τῇ θεότητι καὶ τῇ δόξῃ τῆς βασιλείας, οὐ κατὰ συναλοιφὴν μιᾶς οὐσίας κατὰ δὲ τελείωσιν τῆς εἰς ἄκρον ἀρετῆς.
τοῦτο γὰρ ἐδίδαξεν εἰπών »ἵνα ὠσιν τετελειωμένοι«. οὕτω γὰρ ὑπ’ αὐτοῦ σοφίᾳ καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ καὶ ἀρετῇ πάσῃ τέλειοι κατεργασθέντες τῷ πατρικῆς θεότητος ἀλέκτῳ φωτὶ συναφθησόμεθα φῶτα καὶ αὐτοὶ ἐκ τῆς πρὸς αὐτὸν συναφείας γενησόμενοι, καὶ υἱοὶ θεοῦ κατὰ μετοχὴν τῆς τοῦ μονογενοῦς αὐτοῦ κοινωνίας ἀποτελεσθέντες μετουσίᾳ τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν.
καὶ δὴ κατὰ τοῦτον τὸν τρόπον ἓν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν οἱ πάντες γενησόμεθα. ὥσπερ γὰρ αὐτὸς ἑαυτόν τε καὶ τον πατέρα ἓν εἶναι ἔλεγεν φάσκων »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, οὕτω καὶ πάντας ἡμᾶς κατὰ τὴν αὐτοῦ μίμσιν τῆς ἑνότητος τῆς αὐτῆς μετασχεῖν εὔχεται· οὐ κατὰ Μάρκελλον τοῦ λόγου ἑνουμένου τῷ θεῷ καὶ τῇ οὐσίᾳ συναφ συναφθησομένου, καθὼς δὲ ἐμαρτύρησεν ἡ ἀλήθεια, ὁ σωτὴρ αὐτὸς εἰπών »τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν«· οὕτω γὰρ καὶ τότε καὶ τὸ ἀποστολικὸν λόγιον τέλους τεύξεται τὸ φῆσαν »ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«.
καὶ ἐπειδὴ τρισὶν ῥητοῖς Μάρκελλος καὶ οἱ τὸν ὅμοιον αὐτῷ τρόπον Σαβελλίζοντες χρῆσθαι εἰώθασιν τὸν πατέρα καὶ τὸν υἱὸν ἓν εἶναι πειρώμενοι δεικνύναι, ποτὲ μὲν 〈τὸ〉 ἐγὼ καὶ 〈ὁ〉· πατὴρ ἕν ἐσμεν« θρυλοῦντες, ποτὲ δὲ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί« καὶ τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«, πρὸς μὲν τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« τὰ προκείμενα αὐτοῖς προσακτέον δι’ ὧν ὑπερεύχεται τῶν αὐτοῦ μαθητῶν, ἵνα καὶ πάντες αὐτοὶ τῆς αὐτῆς ἑνώσεως τύχωσι, λέγει δ’ οὖν ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν·
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν«. πρὸς δὲ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρὶ« παραθήσομεν τὴν αὐτοῦ πάλιν φωνὴν δι’ ἧς ὑπερευχόμενος αὐτῶν ἔλεγεν »καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, κἀγὼ τὴν δόξαν, ἢν δέδωκάς μοι, δέδωκα αὐτοῖς«· δι’ ὧν σαφῶς παρίστησιν οὕτως εἶναι ἐν αὐτῷ τὸν πατέρα καθὼς καὶ ἐν ἡμῖν εἶναι βούλεται· οὐχ ὅτι καθ’ ὑπόστασιν μίαν εἷς ὢν τυγχάνει αὐτὸς καὶ ὁ πατήρ, ἀλλ’ ὅτι τοῦ πατρὸς μεταδεδωκότος αὐτῷ τῆς οἰκείας δόξης, καὶ αὐτὸς ὁμοίως τοῖς οἰκείοις, τὸν πατέρα μιμούμενος, μεταδίδωσιν.