De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ φοβῇ. ὦ ἄνθρωπε, μὴ δύο ὑποστάσεις ὁμολογήσας δύο ἀρχὰς εἰσαγάγεις καὶ τῆς μοναρχικῆς θεότητος ἐκπέσοις; μάνθανε τοίνυν ὡς. ἑνὸς ὄντος ἀνάρχου καὶ ἀγεννήτου θεοῦ τοῦ δὲ υἱοῦ ἐξ αὐτοῦ γεγεννημένου, μία ἔσται ἀρχὴ μοναρχία τε καὶ βασιλεία μία, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς ἀρχὴν ἐπιγράφεται τὸν αὐτοῦ πατέρα. »κεφαλὴ γὰρ Χριστοῦ ὁ θεὸς« κατὰ τὸν ἀπόστολον.

ἀλλὰ ἀγωνιᾶς, μὴ δύο θεοὺς ἀνάγκη ‹εἴη› παραδέξασθαι τὸν δύο ὑποστάσεις πατρὸς καὶ υἱοῦ εἶναι ὁμολογοῦντα; ἀλλὰ καὶ τοῦτο γίνωσκε, ὡς ὁ δύο δοὺς ὑποστάσεις πατρὸς καὶ υἱοῦ οὐκ ἀναγκάζεται δύο πατέρας εἰπεῖν, οὐδὲ δύο υἱούς, ἀλλὰ τὸν μὲν ἕνα πατέρα δώσει, τὸν δὲ ἕτερον υἱόν. κατὰ τὸν αὐτὸν οὖν τρόπον, οὐ δύο θεοὺς ἀνάγκη δοῦναι τὸν τὰς δύο ὑποστάσεις τιθέντα.

οὐδὲ γὰρ ἰσοτίμους αὐτὰς ὁριζόμεθα οὐδ’ ἄμφω ἀνάρχους καὶ ἀγεννήτους, ἀλλὰ μίαν μὲν τὴν ἀγέννητον καὶ ἄναρχον, θατέραν δὲ γεννητὴν καὶ ἀρχὴν τὸν πατέρα κεκτημένην. διὸ καὶ αὐτὸς ὁ υἱὸς καὶ ἑαυτοῦ εἶναι θεὸν τὸν αὐτοῦ πατέρα διδάσκει, ἐν οἷς φησιν »ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.

ὁ μὲν δὴ θεὸς καὶ πατὴρ καὶ αὐτοῦ τοῦ υἱοῦ θεὸς ὢν δείκνυται·

διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ υἱοῦ κηρύττεται. ὁ δὲ υἱός, ὅτε μὲν αὐτὸς παραβάλλεται τῷ πατρί. οὐκέτ’ ἔσται καὶ αὐτοῦ τοῦ πατρὸς θεός, ἀλλ’ υἱὸς μονογενὴς καὶ ἀγαπητὸς αὐτοῦ καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτους« καὶ »ἀπαύγασμα« τῆς πατρικῆς δόξης, σέβει τε καὶ προσκυνεῖ καὶ δοξάζει τὸν ἑαυτοῦ πατέρα θεὸν αὐτὸν καὶ ἑαυτοῦ ἐπιγραφόμενος (‹ᾧ› καὶ εὔχεσθαι ἀναγέγραπται, ᾧ καὶ εὐχαριστεῖ, ᾧ καὶ »ὑπήκοος μέχρις θανάτου« γίνεται), |