De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλὰ φοβῇ. ὦ ἄνθρωπε, μὴ δύο ὑποστάσεις ὁμολογήσας δύο ἀρχὰς εἰσαγάγεις καὶ τῆς μοναρχικῆς θεότητος ἐκπέσοις; μάνθανε τοίνυν ὡς. ἑνὸς ὄντος ἀνάρχου καὶ ἀγεννήτου θεοῦ τοῦ δὲ υἱοῦ ἐξ αὐτοῦ γεγεννημένου, μία ἔσται ἀρχὴ μοναρχία τε καὶ βασιλεία μία, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς ἀρχὴν ἐπιγράφεται τὸν αὐτοῦ πατέρα. »κεφαλὴ γὰρ Χριστοῦ ὁ θεὸς« κατὰ τὸν ἀπόστολον.

ἀλλὰ ἀγωνιᾶς, μὴ δύο θεοὺς ἀνάγκη ‹εἴη› παραδέξασθαι τὸν δύο ὑποστάσεις πατρὸς καὶ υἱοῦ εἶναι ὁμολογοῦντα; ἀλλὰ καὶ τοῦτο γίνωσκε, ὡς ὁ δύο δοὺς ὑποστάσεις πατρὸς καὶ υἱοῦ οὐκ ἀναγκάζεται δύο πατέρας εἰπεῖν, οὐδὲ δύο υἱούς, ἀλλὰ τὸν μὲν ἕνα πατέρα δώσει, τὸν δὲ ἕτερον υἱόν. κατὰ τὸν αὐτὸν οὖν τρόπον, οὐ δύο θεοὺς ἀνάγκη δοῦναι τὸν τὰς δύο ὑποστάσεις τιθέντα.